δὲ τὸ τύπτω), παλαίω παλαίσω, σβέω σβέσω, τρέω τρέσω, βδέω βδέσω· τὸ γὰρ πνέω πνεύσω καὶ πλέω πλεύσω καὶ χέω χεύσω καὶ ῥέω ῥεύσω πλεονασμὸν πεπόνθασι <τοῦ ˉυ> κατὰ τὸν μέλλοντα· τινὲς δὲ θέλουσι λέγειν ταῦτα εἶναι ὡς ἀπὸ τοῦ πνεύω καὶ πλεύω καὶ χεύω καὶ ῥεύω· τὸ δὲ κλαίω καὶ καίω τροπὴν πεπόνθασι τοῦ ˉι εἰς τὸ ˉυ κατὰ τὸν μέλλοντα, οἷον κλαύσω καὶ καύσω· τὸ δὲ πταίω καὶ παίω καὶ παλαίω οὐ πεπόνθασι τροπὴν τοῦ ˉι εἰς τὸ ˉυ κατὰ τὸν μέλλοντα, πταίσω γὰρ καὶ παίσω καὶ παλαίσω, ὡς ἐν τῇ τοῦ ἐνεργητικοῦ παρα κειμένου διδασκαλίᾳ μεμαθήκαμεν. Ἰστέον δὲ ὅτι τὸ λύω καὶ θύω κατὰ μὲν τὸν ἐνεστῶτα καὶ ἐκτείνουσι τὸ ˉυ καὶ συστέλλουσιν, κατὰ δὲ τὸν <λύσω καὶ θύσω μέλλοντα> ἀεὶ ἐκτεταμένον ἔχουσι τὸ ˉυ. Οἱ δ' ἀπὸ περισπωμένων ἀεὶ μὲν εἰς ˉω λήγουσιν.
Ἐνταῦθα περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῶν <τριῶν συζυγιῶν τῶν περι σπωμένων διαλαμβάνει· καὶ ἰστέον ὅτι οἱ ἀπὸ περισπωμένων μέλλοντες ἀεὶ μὲν εἰς ˉω λήγουσι καὶ πρὸ τοῦ ˉω ἔχουσι τὸ ˉς, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, βοῶ βοήσω, ἐῶ ἐάσω>, χρυσῶ χρυσώσω, ὀμῶ ὀμόσω. Καὶ εὐλόγως πρὸ τοῦ ˉω <τὸ ˉς ἔχουσιν, ἐπειδὴ ἐὰν λάβωμεν τὴν ἐντέλειαν αὐτῶν, τῆς ἕκτης συζυγίας> τῶν βαρυτόνων εὑρίσκονται, οἷον ποιῶ ποιέω, βοῶ βοάω· ἡ δὲ ἕκτη τῶν βαρυτόνων, ὡ<ς δέδεικται>, πρὸ τοῦ ˉω τὸ ˉς ἔχει κατὰ τὸν μέλλοντα, οἷον ἱππεύω ἱππεύσω, βασιλεύω 160 βασιλεύσω. Παραλήγεται δὲ ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ˉη ἢ τῷ ˉε, οἷον νοήσω τελέσω, ἡ δὲ δευτέρα ἢ τῷ ˉη ἢ τῷ ˉα, οἷον βοήσω ἐάσω, ἡ δὲ τρίτη ἢ τῷ ˉω ἢ τῷ ˉο, οἷον χρυσώσω ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριάσω). Ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὕτως· ὅτε μακρᾷ παραλήγεται ὁ ἐνεστώς, τότε ὁ μέλλων διὰ τοῦ ˉη ἐκφέρεται, οἷον ποιῶ ποιήσω, εὑρῶ εὑρήσω, ὠθῶ ὠθήσω, οὐρῶ οὐρήσω, αὐλῶ αὐλήσω, αὐχῶ αὐχήσω, οἰκῶ οἰκήσω, τηρῶ τηρήσω, ἀθλῶ ἀθλήσω, πενθῶ πενθήσω, ὀλισθῶ ὀλισθήσω. ∆εῖ προσθεῖναι χωρὶς τοῦ ἀρκῶ ἀρκέσω· τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ˉε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶς τοῦ νεικῶ νεικέσω, οἷον <Κ 114> ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον Νει κέσω· περὶ οὗ λέγουσί τινες ταύτην τὴν ἀπολογίαν· <ἔστι νικῶ καὶ> νεικῶ, καὶ ἐπειδὴ διάφορον ἔσχον τὴν σημασίαν (τὸ μὲν γὰρ τὴν φιλονεικίαν σημαίνει, τὸ δὲ τὴν νίκην), τούτου χάριν <καὶ τὴν συζυγίαν διάφορον ἔσχον· τὸ> μὲν γὰρ πρώτης ἐστὶ συζυγίας, οἷον νεικῶ νεικεῖς, ὡς παρὰ τῷ ποιητῇ <Α 521> νεικεῖ καί τέ μέ φησι μάχῃ <Τρώεσ σιν ἀρήγειν, τὸ δὲ> δευτέρας ἐστὶ συζυγίας, οἷον νικῶ νικᾷς· καὶ ἐπειδὴ διάφορον ἔσχον τὴν συζυγίαν καὶ τὴν σημασίαν, τούτου χάριν καὶ τὴν παραλήγουσαν κατὰ τὸν ἐνεστῶτα διάφορον ἔχουσιν, τὸ μὲν γὰρ τῇ ˉεˉι διφθόγγῳ παραλήγεται, τὸ δὲ τῷ ˉι μακρῷ· καὶ ἐπειδὴ διά φορον <ἔσχον καὶ τὴν συζυγίαν> <καὶ> τὴν σημασίαν καὶ τὴν <παρα λήγουσαν> κατὰ τὸν ἐνεστῶτα, τούτου χάριν καὶ κατὰ τὸν μέλλοντα διάφορον ἔσχον τὴν παραλήγουσαν, καὶ τὸ μὲν νικῶ νικᾷς τῷ ˉη παρα λήγεται κατὰ τὸν μέλλοντα, οἷον νικήσω, τὸ δὲ νεικῶ νεικεῖς τῷ ˉε, οἷον νεικέσω, ὡς παρὰ τῷ ποιητῇ <Κ 114> ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον Νεικέσω. Τὸ δὲ αἰνῶ ἀναλογώτερόν ἐστι <παρὰ τοῖς ποιηταῖς λεγόμενον> αἰνήσω διὰ τοῦ ˉη, οἷον <Β 335> μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεστῶτα, <τοῦ παρὰ τοῖς ἰαμβογρά>φοις διὰ τοῦ ˉε λεγομένου, οἷον αἰνέσω καὶ <ἐπαινέσω>, ὡς παρὰ Σοφοκλεῖ Ai. 536> ἐπῄνεσ' ἔργον <καὶ πρόνοιαν ἣν ἔθου>, καὶ πάλιν παρ' Εὐριπίδῃ ἐν Μηδείᾳ <707> <ἐᾷ δ' Ἰάσων>; οὐδὲ ταῦτ' ἐπῄνεσα· καὶ τὸ αἰδῶ δὲ αἰδήσω, ἐξ οὗ <τὸ αἰδήμων>, ἀναλογώτερόν ἐστι τοῦ αἰδέσω, οἷον 161 <∆ 402> αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο. Εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ ˉη παραλήγεται, οἷον φιλῶ φιλήσω, πατῶ πατήσω, πῇ δὲ τῷ ˉε, οἷον ὀλῶ ὀλέσω, τελῶ τελέσω, πῇ δὲ διφορεῖται, οἷον φορῶ φορήσω καὶ φορέσω, πονῶ