ἐχρυσώθην κεχρύσωμαι· εἰ οὖν ὁ ἠλάθην καὶ ἀπηλάθην χωρὶς τοῦ ˉς, δηλονότι καὶ ὁ ἐλήλαμαι χωρὶς τοῦ ˉς. Ταῦτα μὲν ἐν τούτοις.
Περὶ δὲ τῆς ἀρχούσης τοῦ παθητικοῦ παρακειμένου ἔστιν εἰπεῖν, ὅτι τὴν αὐτὴν ἔχει ἄρχουσαν τῷ ἐνεργητικῷ παρακειμένῳ, <οἷον> τέτυφα τέτυμμαι, νενόηκα νενόημαι, νένυχα νένυγμαι, πεποίηκα πεποί ημαι, ὤρυχα ὤρυγμαι, ἔσταλκα ἔσταλμαι, ἔφθαρκα ἔφθαρμαι, ἔσπαρκα ἔσπαρμαι. Περὶ δὲ τῆς παραληγούσης τοῦ παθητικοῦ παρακειμένου ἔστιν εἰπεῖν, ὅτι τὴν αὐτὴν ἔχει παραλήγουσαν τῷ ἐνεργητικῷ παρα κειμένῳ ἐπὶ τῶν εἰς ˉω ῥημάτων, οἷον κεχρύσωκα κεχρύσωμαι, ἐστε φάνωκα ἐστεφάνωμαι, πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, ἠρεύνηκα ἠρεύνημαι, ἠλέηκα ἠλέημαι, ἔρραφα ἔρραμμαι, τέτυφα τέτυμμαι, νένυχα νένυγμαι, πέπεικα πέπεισμαι· πρόσκειται ἐπὶ τῶν εἰς ˉω ῥημάτων, ἐπειδὴ ἐπὶ τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ παρα κειμένου, οἷον δέδωκα δέδομαι, τέθεικα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ ˉι τέθειμαι διὰ τῆς ˉεˉι διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ δισύλλαβα τῆς πρώτης καὶ δευτέρας συζυ γίας τῶν βαρυτόνων, τὰ τρέποντα ἀττικῶς τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργη τικὸν παρακείμενον, ἐν τῷ παθητικῷ παρακειμένῳ ἀναδέχονται τὴν παραλήγουσαν τοῦ ἐνεστῶτος, οἷον λέγω λέλοχα λέλεγμαι, στέφω ἔστοφα ἔστεμμαι, κλέπτω κέκλοφα κέκλεμμαι, εὑρέθη δὲ καὶ κέκλαμμαι, πλέκω πέπλοχα πέπλεγμαι· δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων τὸ ˉρ μετ' ἐπιπλοκῆς συμφώνου· ἐκεῖνα γὰρ τρέπουσι τὸ ˉε εἰς ˉα κατὰ τὸν παθητικὸν παρακείμενον, οἷον στρέφω ἔστροφα ἔστραμμαι, τρέφω τέθροφα τέθραμμαι, τρέπω τέτροφα τέτραμμαι, σεσημειωμένου τοῦ βρέχω βέβροχα βέβρεγμαι· τοῦτο γὰρ οὐκ ἔτρεψε τὸ ˉε εἰς τὸ ˉα. Ταῦτα μὲν ἐν τούτοις.
Ζήτημα δὲ ἡμῖν ὑπολείπεται τοιοῦτον· εἰ πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, οἷον τύπτο 189 μαι τύπτω, ἐτυπτόμην ἔτυπτον, τυφθήσομαι τύψω, τυπήσομαι τυπῶ, τύψομαι τύψω, τυποῦμαι τυπῶ, ἐτυψάμην ἔτυψα, ἐτυπόμην ἔτυπον, χωρὶς τῶν εἰς ˉμˉι, οἷον τίθημι τίθεμαι, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι, ζεύγνυμι ζεύγνυμαιταῦτα γὰρ περιττεύουσι τῇ ˉμˉι συλλαβῇ, ἀπὸ γὰρ τῆς παραγωγῆς ἔχουσιν αὐτήν, διὸ καὶ ἰσοσυλλαβοῦσι τοῖς παθητικοῖς διατί ὁ παθητικὸς παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ἔχοντες τὸ ˉμ κλιτικὸν οὐ περιττοσυλλαβοῦσι τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῶν ἐνεργητικῶν, ἀλλ' ἰσοσυλλαβοῦσιν αὐτοῖς, οἷον τέτυφα τέτυμμαι, ἐτετύφειν ἐτετύμμην, πεποίηκα πεποίημαι, ἐπεποιήκειν ἐπεποιήμην· πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν, οἷον πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικόν, διὰ τὸ ἐδάμην· τοῦτο γὰρ ἔχον τὸ ˉμ οὐ περιττοσυλ λαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, φημὶ δὴ τοῦ ἔδαμον, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Λέγει οὖν ὁ Ῥωμανὸς ταύτην τὴν ἀπολογίαν· πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικόν, μιᾷ συλλαβῇ περιττεῦον τοῦ ἰδίου ἐνεργητικοῦ, θέλει ἔχειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ, ἅμα δὲ καὶ τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς, οἷον τύπτομαι τύπτομεν τύπτοντος, ἐτυπτόμην ἐτύπτο μεν τύπτοντος, <ἐτυψάμην> ἐτύψαμεν τύψαντος, ἐτυπόμην ἐτύπομεν τυπόντος, τύψομαι τύψομεν τύψοντος, τυποῦμαι τυποῦμεν τυποῦντος· ὁ οὖν παρακείμενος ὁ παθητικὸς τῷ μὲν λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ τετύφαμαι εἶχεν εἶναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντι κῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς τετύφομαι εἶχεν εἶναι, τετυ φότος γάρ ἐστιν ἡ γενικὴ τῆς μετοχῆς τῆς ἐνεργητικῆς· τοῦ μὲν οὖν πρώτου προσώπου τῶν πληθυντικῶν ἀπαιτοῦντος αὐτὸ εἶναι τετύφα μαι διὰ τοῦ ˉα, τῆς δὲ γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς ἀπαιτούσης