δευτέρου μέσου ἀορίστου τὸ ˉε καὶ ˉο ἐστίν, οἷον ἐτύπετο ἐτύπεο, ἐλάβετο ἐλάβεο, ἐνύγετο ἐνύγεο, τούτου χάριν διὰ τῆς ˉοˉυ διφθόγγου λέγομεν ἐτύπου ἐνύγου ἐλάβου· τὸ γὰρ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον κιρνῶνται, οἷον 5 χάλκεος χαλκοῦς, ∆ημοσθένεος ∆ημοσθένους. Οὐδὲ γὰρ ἔχουσι ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἵνα τροπῇ τοῦ ˉτ τοῦ κατὰ τὸ τρίτον πρόσωπον εἰς ˉς ποιήσωσι τὸ δεύτερον πρόσωπον· τοῦ μὲν γὰρ ἐτυψάμην πρώτου μέσου ἀορίστου τύψας ἐστὶν ἡ ἐνεργη τικὴ μετοχή, εἰς ˉς μὲν ἀλλ' οὐκ ὀξύτονος, τοῦ δὲ ἐτυπόμην δευτέρου μέσου ἀορίστου τυπών ἐστὶν ἡ ἐνεργητικὴ μετοχή, ὀξύτονος μὲν ἀλλ' οὐκ εἰς ˉς. Ἐτύπετο. ∆υϊκά. Ἐτυπόμεθον, ἐτύπεσθον, ἐτυπέσθην. Πληθυντικά. Ἐτυπόμεθα, ἐτύπεσθε, ἐτύποντο· εἴρηται. Μέλλων πρῶτος· τυφθήσομαι. Μέλλων δεύτερος· τυπήσομαι.Ἰστέον ὅτι ὁμοίως τοῖς ἀορίστοις καὶ τοὺς μέλλοντας τέτταρας ἔστιν εὑρεῖν ἐν τοῖς παθητικοῖς, δύο παθητικοὺς καὶ δύο μέσους· κανονί ζονται δὲ οἱ δύο παθητικοὶ μέλλοντες ἀπὸ τῶν παθητικῶν ἀορίστων, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου· ὁ μὲν γὰρ ἀόριστος κατὰ τὸ τρίτον αὐτοῦ πρόσωπον προσλαμβάνων τὴν ˉσˉοˉμˉαˉι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν μέλλοντα παθητικὸν ποιεῖ, ὁ πρῶτος παθητικὸς ἀόριστος πρῶτον μέλλοντα παθητικόν, καὶ ὁ δεύτερος παθητικὸς ἀόριστος δεύτερον μέλλοντα παθητικόν, οἷον ἐτύφθη τυφθήσομαι, ἐνύχθη νυχθήσομαι, ἐλέχθη λεχθήσομαι, ἐκάρη καρή σομαι, ἐκάρθη καρθήσομαι, ἠγοράσθη ἀγορασθήσομαι, ἐνύγη νυγήσομαι, ἐστάλη σταλήσομαι, ἐδάρη δαρήσομαι, ἐφθάρη φθαρήσομαι· εὐλόγως δὲ ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις ἀποβάλλεται, ἐπειδὴ παρῳχημένων ἴδιόν ἐστι τὸ μεγεθύνεσθαι κατὰ τὴν ἄρχουσαν, οὐ μὴν μελλόντων. Ταῦτα μὲν ἐν τούτοις. Φασὶ δέ τινες, ὅτι ἡ παραλήγουσα ἡ ἐν τῷ μέλλοντι τῷ ἐνεργη τικῷ τετάρτη θέλει εἶναι ἀπὸ τέλους ἐν τοῖς παθητικοῖς μέλλουσιν, οἷόν εἰσιν ἐνεργητικοὶ μέλλοντες τύψω καὶ νύξω παραληγόμενοι τῷ ˉυ, καὶ εἰσὶ τούτων οἱ παθητικοὶ μέλλοντες τυφθήσομαι καὶ νυχθήσομαι ἔχοντες τὸ ˉυ ἐν τῇ τετάρτῃ ἀπὸ τέλους συλλαβῇ. Ἰστέον δὲ ὅτι οὐκ ἔρρωται ὁ κανὼν αὐτῶν· ἰδοὺ γάρ εἰσιν ἐνεργητικοὶ μέλλοντες κερῶ καὶ σπερῶ τῷ ˉε παραληγόμενοι, καὶ ὅμως οἱ παθητικοὶ μέλλοντες καρθήσομαι καὶ σπαρθήσομαι οὐκ ἔχουσιν ἐν τῇ τετάρτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ˉε, ἀλλὰ τὸ ˉα· καὶ πάλιν <ἐστὶν> ὁ εὑρήσω ἐνεργητικὸς μέλλων τῷ ˉη παραληγόμενος, καὶ ὅμως ὁ εὑρεθήσομαι παθητικὸς <μέλλων> οὐκ ἔχει 6 ἀπὸ τέλους ἐν τῇ τετάρτῃ συλλαβῇ τὸ ˉη, ἀλλὰ τὸ ˉε· κρεῖττον οὖν ἐστι κανονίσαι αὐτοὺς ἐκ τῶν παθητικῶν ἀορίστων. Τυφθήσομαι, τυφθήσῃ, τυφθήσεται. ∆υϊκά. Τυφθησόμε θον, τυφθήσεσθον, τυφθήσεσθον. Πληθυντικά. Τυφθησόμεθα, τυφθήσεσθε, τυφθήσονται. Μέλλων δεύτερος. Τυπήσομαι, τυπήσῃ, τυπήσεται. ∆υϊκά. Τυπησόμεθον, τυπήσεσθον, τυπήσεσθον. Πληθυντικά. Τυπη σόμεθα, τυπήσεσθε, τυπήσονται. Μέσος μέλλων πρῶτος· τύψομαι. Μέσος μέλλων δεύτερος· τυποῦμαι.Ἰστέον ὅτι οἱ μέσοι μέλλοντες ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευ τέρου, τοῦτον τὸν τρόπον· πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν ˉμˉαˉι μέσος μέλλων γίνεται, ὁ μὲν πρῶτος μέλλων ἐνεργητικὸς πρῶτος μέσος μέλλων γίνεται, ὁ δὲ δεύτερος μέλλων ἐνεργητικὸς δεύτερος μέσος μέλλων γίνεται· καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸς μέλλων, τρέπει τὸ ˉω εἰς τὸ ˉο ἐν τῷ μέσῳ μέλλοντι, οἷον τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι, ἀκούσω ἀκούσομαι, εἰ δὲ περισπᾶται ὁ μέλλων ὁ ἐνεργητικός, τρέπει τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον ἐν τῷ μέσῳ μέλλοντι, οἷον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δραμῶ δραμοῦμαι, πεσῶ πεσοῦμαι. Ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντες περισπωμένως τοὺς μέσους τούτων μέλλοντας διὰ τῆς ˉοˉυ διφθόγγου προφέρονται, οἷον λακτιοῦμαι βαδιοῦμαι κουφιοῦμαι, καὶ οἱ ∆ωριεῖς δὲ πάντας τοὺς ἐνεργητικοὺς μέλλοντας