12
στρατοπεδευόμενοι ἐπορεύοντο. ταῦτα Καβάδης μαθὼν (ἄγχιστα γάρ που ἐτύγχανεν ὢν) ἐς τὰ Ῥωμαίων ὅρια κατὰ τάχος ἐλθὼν 1.8.9 ὑπηντίαζεν. οὔπω μέντοι Ῥωμαῖοι τῷ παντὶ στρατῷ Καβάδην ἰέναι ἐπ' αὐτοὺς ἔμαθον, ἀλλὰ Περσῶν 1.8.10 ᾤοντο στράτευμα βραχύ τι ἐνταῦθα εἶναι. οἱ μὲν οὖν ἀμφὶ Ἀρεόβινδον ἐστρατοπεδεύσαντο ἐν χωρίῳ Ἀρζάμων, ἀπέχοντι Κωνσταντίνης πόλεως δυοῖν ἡμέραιν ὁδὸν, οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον ἐν χωρίῳ Σίφριος, ὅπερ Ἀμίδης πόλεως οὐχ ἧσσον ἢ πεντήκοντα καὶ τριακοσίους σταδίους ἀπέχει. Κέλερ γὰρ οὔπω ἐνταῦθα ἀφῖκτο. 1.8.11 Ἀρεόβινδος δὲ ἐπειδὴ Καβάδην παντὶ τῷ στρατῷ ἐπιέναι σφίσιν ἐπύθετο, ἀπολιπὼν τὸ στρατόπεδον ξὺν τοῖς ἑπομένοις ἅπασιν ἐς φυγὴν ὥρμητο καὶ ἐς 1.8.12 Κωνσταντίναν δρόμῳ ἐχώρει. ἐπελθόντες δὲ ὀλίγῳ ὕστερον οἱ πολέμιοι ἔρημον ἀνδρῶν αὐτοῖς χρήμασι τὸ στρατόπεδον εἷλον. ἔνθεν τε κατὰ τάχος ἐπὶ Ῥω1.8.13 μαίων τὸ ἄλλο στράτευμα ᾔεσαν. οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον Ἐφθαλίταις ἐντυχόντες ὀκτακοσίοις, οἳ τοῦ Περσῶν στρατοῦ ἔμπροσθεν ᾔεσαν, σχεδόν τι 1.8.14 ἅπαντας ἔκτειναν. οὐδὲν δὲ ἀμφὶ τῷ Καβάδῃ καὶ τῇ Περσῶν στρατιᾷ πεπυσμένοι, ἅτε νενικηκότες, ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο. τὰ γοῦν ὅπλα καταθέμενοι ἄριστον σφίσιν ἡτοίμαζον. ἤδη γὰρ τῆς ἡμέρας ὁ 1.8.15 καιρὸς ἐνταῦθα ἦγε. ῥύαξ δέ τις ἔρρει ἐν τούτῳ τῷ χώρῳ, ἵνα Ῥωμαῖοι τὰ κρέα καθαίρειν ἤρξαντο, οἷς 1.8.16 δὴ σιτίζεσθαι ἔμελλον. τινὲς δὲ ἀχθόμενοι τῷ πνίγει καὶ λοῦσθαι ἠξίουν. ταύτῃ τε ταραχθὲν τὸ τοῦ ῥύακος ὕδωρ πρόσω ἐχώρει. Καβάδης δὲ τὰ ἐς τοὺς Ἐφθαλίτας ξυμπεσόντα μαθὼν ἐπὶ τοὺς πολεμίους 1.8.17 κατὰ τάχος ᾔει. κατιδών τε συγκεχυμένον τὸ τοῦ ῥύακος ὕδωρ καὶ ξυμβαλὼν τὸ ποιούμενον ἔγνω ἀπαρασκεύους τοὺς ἐναντίους εἶναι, καὶ κατὰ κράτος ἤδη ἐπ' αὐτοὺς ἐλαύνειν ἐκέλευεν. αὐτίκα τε αὐτοῖς ἑστιω1.8.18 μένοις τε καὶ ἀνόπλοις οὖσιν ἐπέστησαν. Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τὴν ἔφοδον ἐς ἀλκὴν μὲν τὸ παράπαν οὐκ ἔβλεπον, ἔφευγον δὲ ὡς ἕκαστός πη ἐδύνατο, καὶ αὐτῶν οἱ μὲν καταλαμβανόμενοι ἔθνησκον, οἱ δὲ ἀνιόντες εἰς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, ἐρρίπτουν αὑτοὺς κατὰ 1.8.19 τὸ κρημνῶδες ξὺν φόβῳ καὶ θορύβῳ πολλῷ. ὅθεν δὴ οὐδένα σεσῶσθαί φασι, Πατρίκιος δὲ καὶ Ὑπάτιος κατ' ἀρχὰς τῆς ἐφόδου διαφυγεῖν ἴσχυσαν. ἔπειτα δὲ Καβάδης, Οὔννων πολεμίων ἐς γῆν τὴν αὐτοῦ ἐσβεβληκότων, παντὶ τῷ στρατῷ ἐπ' οἴκου ἀνεχώρησε, πόλεμόν τε μακρὸν πρὸς τὸ ἔθνος τοῦτο ἐς τῆς χώρας τὰ 1.8.20 πρὸς ἄρκτον διέφερεν. ἐν τούτῳ δὲ καὶ τὸ ἄλλο στράτευμα Ῥωμαίων ἦλθε, λόγου μέντοι ἄξιον οὐδὲν ἔδρασαν, ὅτι δὴ αὐτοκράτωρ τοῦ πολέμου κατέστη οὐδεὶς, ἀλλ' ἴσοι πρὸς ἀλλήλους οἱ στρατηγοὶ ὄντες ἀντεστάτουν τε ἀλλήλων ταῖς γνώμαις καὶ γίνεσθαι ἐν τῷ 1.8.21 αὐτῷ οὐδαμῆ ἤθελον. Κέλερ δὲ ξὺν τοῖς ἑπομένοις Νύμφιον ποταμὸν διαβὰς ἐσβολήν τινα ἐς τὴν Ἀρζανη1.8.22 νὴν ἐποιήσατο. ἔστι δὲ ὁ ποταμὸς οὗτος Μαρτυροπόλεως μὲν ἀγχοτάτω, Ἀμίδης δὲ ὅσον ἀπὸ σταδίων τριακοσίων. οἳ δὴ ληισάμενοι τὰ ἐκείνῃ χωρία ἐπανῆλθον οὐ πολλῷ ὕστερον. δι' ὀλίγου τε ἡ ἐπιδρομὴ αὕτη ἐγένετο. 1.9.1 Μετὰ δὲ Ἀρεόβινδος μὲν ἐς Βυζάντιον ὡς βασιλέα μετάπεμπτος ἦλθεν, οἱ δὲ λοιποὶ ἐς Ἄμιδαν ἀφικόμενοι χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίσταντο. καὶ βίᾳ μὲν ἑλεῖν τὸ χωρίον, καίπερ πολλὰ ἐγκεχειρηκότες, οὐκ ἴσχυσαν, λιμῷ δὲ τοῦτο ποιεῖν ἔμελλον· πάντα γὰρ τοὺς πολιορκουμένους τὰ ἐπιτήδεια ἐπιλε1.9.2 λοίπει. ἀλλ' οἱ στρατηγοὶ οὐδὲν πεπυσμένοι ἀμφὶ τῶν πολεμίων τῇ ἀπορίᾳ, ἐπειδὴ τοὺς στρατιώτας τῇ προσεδρείᾳ καὶ τῷ χειμῶνι ἀχθομένους ἑώρων, ἅμα δὲ καὶ Περσῶν στράτευμα ἐπὶ σφᾶς ἥξειν οὐκ εἰς μακρὰν ὑπετόπαζον, τρόπῳ ὅτῳ δὴ ἐνθένδε ἀπαλλάσσε1.9.3 σθαι ἐν σπουδῇ εἶχον. οἵ τε Πέρσαι, οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον, δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς δὲ τὰ οἰκεῖα ξὺν τῷ 1.9.4 εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον. γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ' ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν. ἑκάτεροί τε ἄσμενοι τὰ