286
μὲν κατ' ἀρχὰς εὐθὺ Νεαπόλεως ἰέναι ∆ημήτριος ἤθελεν, οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι, οὐδενός 7.6.18 οἱ ἀντιστατοῦντος. νῦν δὲ κατορρωδήσας τὸν κίνδυνον καταίρειν μὲν ἐς Νεάπολιν ἥκιστα ἔγνω, ἐς δὲ τὸν Ῥώμης καταπλεύσας λιμένα, στρατιώτας ἐνθένδε ἀγεί7.6.19 ρειν ἐν σπουδῇ ἐποιεῖτο. οἱ δὲ ἅτε πρὸς τῶν βαρβάρων ἡσσημένοι τε καὶ μέγα δέος ἔτι ἀπ' αὐτῶν ἔχοντες, ἕπεσθαι ∆ημητρίῳ ἐπὶ Τουτίλαν τε καὶ Γότθους οὐδαμῆ ἤθελον. διὸ δὴ μόνοις τοῖς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκουσιν ἐς Νεάπολιν ἰέναι ἠνάγκαστο. 7.6.20 ἦν δέ τις ∆ημήτριος ἕτερος, Κεφαληνὸς γένος, ναύτης μὲν τὸ παλαιὸν καὶ τῶν κατὰ θάλασσαν ἔργων τε καὶ κινδύνων ἀκριβῶς ἔμπειρος, πλεύσας δὲ ξὺν Βελισαρίῳ ἔς τε Λιβύην καὶ Ἰταλίαν ἐγένετο ἐς ταύτην δὴ τὴν ἐμπειρίαν δόκιμος, καὶ ἀπ' αὐτοῦ ἐπίτροπον βασιλεὺς 7.6.21 αὐτὸν Νεαπόλεως κατεστήσατο. ἐπειδή τε οἱ βάρβαροι τὸ χωρίον πολιορκεῖν ἤρξαντο, ἀσελγείᾳ πολλῇ ἐχόμενος ἐς τὸν Τουτίλαν συχνὰ ὕβριζε, λίαν τε ἀθυρό7.6.22 γλωσσος ἐν τούτῳ τῷ πόνῳ ὁ ἀνὴρ ὤφθη. προϊόντος δὲ τοῦ κακοῦ καὶ τῆς ἀπωλείας τοῖς πολιορκουμένοις ἐπὶ μέγα χωρούσης γνώμῃ Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς ἐτόλμησε παρὰ τὸν στρατηγὸν ∆ημήτριον 7.6.23 ἰέναι μόνος. ἐκ δὲ τοῦ παραδόξου σωθείς τε καὶ ξυγγενόμενος τῷ ∆ημητρίῳ ἐθάρσυνέ τε μάλιστα καὶ ἐς 7.6.24 ταύτην δὴ τὴν πρᾶξιν ἐνῆγε. Τουτίλας δὲ τὸν πάντα λόγον ἀμφὶ τῷ στόλῳ τούτῳ ἀκούσας δρόμωνας μὲν πολλοὺς ἄριστα πλέοντας ἐν παρασκευῇ εἶχεν, ἐπειδὴ δὲ κατῆραν ἐς τὴν ἐκείνῃ ἀκτὴν οἱ πολέμιοι Νεαπόλεως οὐ μακρὰν ἄποθεν, ἐλθὼν ἐκ τοῦ ἀπροσδοκήτου κατέ7.6.25 πληξέ τε καὶ ἐς φυγὴν ἅπαντας ἔτρεψε. καὶ αὐτῶν πολλοὺς μὲν ἔκτεινεν, ἐζώγρησε δὲ πλείστους, διέφυγον δὲ ὅσοι ἐς τῶν νεῶν τοὺς λέμβους ἐσπηδῆσαι κατ' ἀρχὰς ἴσχυσαν, ἐν τοῖς καὶ ∆ημήτριος ὁ στρατηγὸς ἦν. τὰς γὰρ ναῦς ἁπάσας σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀν7.6.26 δράσιν, οἱ βάρβαροι εἷλον. οὗ δὴ καὶ ∆ημήτριον τὸν Νεαπόλεως ἐπίτροπον εὗρον. γλῶσσάν τε καὶ χεῖρας ἄμφω ἀποτεμόντες οὐκ ἔκτειναν μὲν, οὕτω δὲ λωβησάμενοι ὅπη βούλοιτο ἀφῆκαν ἰέναι. ταύτην τε Τουτίλᾳ τὴν δίκην ∆ημήτριος γλώσσης ἀκολάστου ἐξέτισεν. 7.7.1 Ὕστερον δὲ καὶ Μαξιμῖνος πάσαις ταῖς ναυσὶ Σικελίᾳ προσέσχεν. ἔς τε τὰς Συρακούσας ἀφικόμενος 7.7.2 ἡσυχῆ ἔμενε, κατορρωδῶν τὰ πολέμια. ἃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες σπουδῇ πολλῇ ἐς αὐτὸν ἔπεμπον, βοηθεῖν κατὰ τάχος δεόμενοι οἵ τε ἄλλοι καὶ Κόνων ἐκ Νεαπόλεως ἰσχυρότατα πρὸς τῶν βαρβάρων πολιορκούμενος. ἤδη γὰρ ἅπαντα σφᾶς τὰ 7.7.3 ἐπιτήδεια ἐπελελοίπει. ὁ δὲ τὸν καιρὸν ἅπαντα ἐν ταύτῃ δὴ κατατρίψας τῇ ὀρρωδίᾳ, ἐπειδὴ τάς τε βασιλέως ἀπειλὰς ἔδεισε καὶ κακιζόμενος πρὸς τῶν ἄλλων ἀπεῖπεν, αὐτὸς μὲν οὐδέν τι ἧσσον αὐτοῦ ἔμεινε, τὸν δὲ στρατὸν ἅπαντα ξύν τε Ἡρωδιανῷ καὶ ∆ημητρίῳ καὶ Φάζᾳ ἐς Νεάπολιν ἔπεμψε, σφοδρότατα ἐγκειμένης 7.7.4 ἤδη τῆς τοῦ χειμῶνος ὥρας. ἐπεὶ δὲ Νεαπόλεως ὁ Ῥωμαίων στόλος ἀγχοῦ ἐγένετο, κατέβαινε σκληρὸς 7.7.5 ἄνεμος, ἐξαίσιόν τινα χειμῶνα ἐγείρων. καὶ ὁ μὲν ζόφος ἅπαντα ἐνεδίδου, ὁ δὲ κλύδων τὰς κώπας ἀνασπᾶν ἢ ἄλλο τι ἐνεργεῖν τοὺς ναύτας οὐκ εἴα. διά τε τῶν ῥοθίων τὸν κτύπον ἔτι ἀλλήλων κατακούειν οὐκ ἦν, ἀλλὰ ξύγχυσίς τε λαμπρῶς ἐκράτει καὶ ἡ τοῦ πνεύματος ἐπρυτάνευε βία, ἥπερ αὐτοὺς ὡς ἥκιστα ἐθελουσίους ἐς τὴν ἀκτὴν ἤνεγκεν, οὗ δὴ ἐστρατοπεδεύοντο 7.7.6 οἱ πολέμιοι. ἐπιβαίνοντες οὖν κατ' ἐξουσίαν οἱ βάρβαροι τοῖς σκάφεσι τῶν ἐναντίων, ἔκτεινόν τε καὶ κατέδυον οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐζώγρησαν δὲ ἄλλους τε πολλοὺς καὶ ∆ημήτριον τὸν στρατηγόν. 7.7.7 Ἡρωδιανὸς δὲ καὶ Φάζας ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσαν, ἐπεὶ αὐτῶν αἱ νῆες οὐ λίαν που ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου ἦλθον. τὰ μὲν οὖν ἀμφὶ 7.7.8 τῷ Ῥωμαίων στόλῳ ταύτῃ πη ἔσχε. Τουτίλας δὲ καλώδιον ἀναψάμενος ἐς τὸν ∆ημητρίου αὐχένα, ἔς τε τὸν Νεαπόλεως περίβολον εἷλκε καὶ παραινεῖν τοῖς πολιορκουμένοις ἐκέλευε μηκέτι ἀνονήτοις ἐλπίσι πιστεύοντας διαφθείρεσθαι, ἀλλὰ τὴν πόλιν ὅτι τάχιστα 7.7.9