90
ἐποιεῖτο τοῦ ἔργου, 2.26.25 ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη. Πέτρος δὲ ὁ Ῥωμαίων στρατηγὸς (ἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν) τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς 2.26.26 ἐπ' αὐτοὺς ἔπεμψεν. οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυ2.26.27 φόρων, Ἀργὴκ ὄνομα. μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων οὐκέτι ἐπεξιέναι τινὲς ἐπ' αὐτοὺς 2.26.28 ἔσχον. ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάς τε σφενδόνας ἐπ' αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρ2.26.29 βαροι ἐπενόουν τάδε. προκαλύμματα ἐκ τραγείων τριχῶν, ἃ δὴ καλοῦσι Κιλίκια, πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο (οὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥω2.26.30 μαῖοι). ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ' αὐτοῦ ἐπὶ τῶν 2.26.31 προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε. καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ' αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ 2.26.32 γέγονεν. ὃς δὴ, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε «Βασιλέως τὴν φιλανθρωπίαν «ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν. 2.26.33 «οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας «ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν «ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ 2.26.34 «εἶναι δοκεῖν οὐ μήποτε ἔσται. καίτοι πασῶν γε «ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμ2.26.35 «βῆναι φλαῦρον. ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ «σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψά τε καὶ «τῷ πατρὶ τῷ σῷ ξύμβουλος γεγονὼς, ἐφ' ᾧ σε τῆς «ἀρχῆς διάδοχον καταστήσεται, σοὶ μὲν τῆς Περσῶν «βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόν2.26.36 «των κακῶν. οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχη»μάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμ2.26.37 «βησομένων προστρίβονται. ἀλλ' εἴ τίς σε τῆς τοιαύ»της εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ «περαιτέρω κακὸν, ταύτην διδούς μοι τὴν ἀμοιβὴν, ἐξ «ἧς σοι, ὦ βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι ξυμ2.26.38 «βήσεται.» Στέφανος μὲν τοσαῦτα εἶπε. Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξα2.26.39 σθαι. τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινὰς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι, τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. 2.26.40 ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις (ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλε) διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν 2.26.41 ἐβάδιζον. ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο. 2.26.42 Ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι πάλιν τοὺς 2.26.43 πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον. οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ' ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν. 2.26.44 τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι· ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ