61
ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοις τε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν 2.9.11 αἴτιον. Ἰουστινιανὸν δὲ τὸν Ῥωμαίων αὐτοκράτορα παραδηλοῦν ἤθελεν, ἐξεπιστάμενος ὅτι δὴ αὐτὸς 2.9.12 αἰτιώτατος ἁπάντων εἴη. τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύς τε Περσῶν γέγονε (Ζάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος, ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδης) καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακά τε 2.9.13 Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε. βουλομένη γάρ τινα μέγαν ἀεὶ ποιεῖν ἡ τύχη πράσσει τοῖς καθήκουσι χρόνοις τὰ δόξαντα, οὐδενὸς τῇ ῥύμῃ τῆς βουλήσεως ἀντιστατοῦντος, οὔτε τὸ τοῦ ἀνδρὸς διασκοπουμένη ἀξίωμα οὔτε ὅπως μὴ γένηταί τι τῶν οὐ δεόντων λογιζομένη, οὐδὲ ὅτι βλασφημήσουσιν ἐς αὐτὴν διὰ ταῦτα πολλοὶ τὸ γεγονὸς αὐτῇ παρὰ τὴν ἀξίαν τοῦ τῆς χάριτος τετυχηκότος χλευάζοντες, οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν ἐν νῷ ποιουμένη, ἢν τὸ δόξαν αὐτῇ περαίνοιτο μόνον. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον ἐχέτω. 2.9.14 Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλη2.9.15 σίαν καλοῦσιν. ἐνταῦθα κειμήλια χρυσοῦ τε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο. 2.9.16 καὶ μάρμαρά τε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα 2.9.17 ἐς τὰ Περσῶν ἤθη κομίσωνται. ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη. 2.9.18 ὁ δὲ τοῦτο τοῖς πρέσβεσι ξυγκεχωρηκὼς τἄλλα καίειν ἐκέλευε πάντα, ὀλίγους τέ τινας αὐτόθι ἀπολιπὼν τοὺς τὴν πόλιν ἐμπρήσοντας αὐτὸς ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς τὸ στρατόπεδον ἀπεχώρησεν, οὗ καὶ πρότερον διεσκηνημένοι ἐτύγχανον. 2.10.1 Τούτου τοῦ πάθους χρόνῳ τινὶ πρότερον τέρας ὁ θεὸς ἐνδειξάμενος τοῖς ταύτῃ ᾠκημένοις ἐσήμηνε τὰ ἐσόμενα. τῶν γὰρ στρατιωτῶν, οἵπερ ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυνται, τὰ σημεῖα πρότερον ἑστῶτα πρὸς δύοντά που τὸν ἥλιον, ἀπὸ ταὐτομάτου στραφέντα πρὸς ἀνίσχοντα ἥλιον ἔστησαν, ἐς τάξιν τε αὖθις ἐπαν2.10.2 ῆκον τὴν προτέραν οὐδενὸς ἁψαμένου. ταῦτα οἱ στρατιῶται ἄλλοις τε πολλοῖς ἄγχιστά πη παροῦσι καὶ τῷ χορηγῷ τῆς τοῦ στρατοπέδου δαπάνης ἔδειξαν, ἔτι τῶν σημείων κραδαινομένων. ἦν δὲ οὗτος ἀνὴρ, Τατιανὸς ὄνομα, ξυνετὸς μάλιστα, ἐκ Μοψουεστίας ὁρμώ2.10.3 μενος. ἀλλ' οὐδ' ὣς ἔγνωσαν οἱ τὸ τέρας τοῦτο ἰδόντες ὡς δὴ ἐκ βασιλέως τοῦ ἑσπερίου ἐπὶ τὸν ἑῷον τὸ τοῦ χωρίου ἀφίξεται κράτος, ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα, ἅπερ 2.10.4 ξυνηνέχθη, παθεῖν. ἐγὼ δὲ ἰλιγγιῶ πάθος τοσοῦτον γράφων τε καὶ παραπέμπων ἐς μνήμην τῷ μέλλοντι χρόνῳ, καὶ οὐκ ἔχω εἰδέναι τί ποτε ἄρα βουλομένῳ τῷ θεῷ εἴη πράγματα μὲν ἀνδρὸς ἢ χωρίου του ἐπαίρειν εἰς ὕψος, αὖθις δὲ ῥιπτεῖν τε αὐτὰ καὶ 2.10.5 ἀφανίζειν ἐξ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας. αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι, ὃς δὴ καὶ Ἀντιόχειαν τότε ὑπέστη ἐς τὸ ἔδαφος πρὸς ἀνδρὸς ἀνοσιωτάτου καταφερομένην ἰδεῖν, ἧς τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐδὲ 2.10.6 νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν. ἡ μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳ τε καὶ προνοίᾳ Περσῶν, οἷς τὸ ἔργον ἐπέκειτο 2.10.7 τοῦτο. ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαὶ, οὐκ ἐκ προνοίας ἀνθρώπων τινὸς, ἀλλ' ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ 2.10.8 πῦρ ἐς αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν. ἐνέπρησάν τε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ, ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ,