140
διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ ὁ Τζάζων ὠθισμῷ χρησά4.3.11 μενος ἐδίωξεν αὐτούς. καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τὸν ποταμὸν ἦλθον, οὐ μέντοι διέβη4.3.12 σαν. αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ 4.3.13 Ῥωμαίων στρατόπεδον ἀνεχώρησε. τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίου τε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβο4.3.14 λὴν ἐποιήσατο ξὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. τῶν δὲ βαρβάρων ἀνδρείως τε αὐτοὺς ὑφισταμένων καὶ μόνοις χρωμένων τοῖς ξίφεσι, γίνεται μὲν καρτερὰ ἡ μάχη, πίπτουσι δὲ Βανδίλων πολλοί τε καὶ ἄριστοι, 4.3.15 καὶ Τζάζων αὐτὸς ὁ τοῦ Γελίμερος ἀδελφός. τότε δὴ ἅπαν τὸ Ῥωμαίων στράτευμα ἐκινήθη καὶ τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, ἥ τε τροπὴ ἀρξαμένη ἀπὸ τοῦ μέσου λαμπρὰ ἐγεγόνει· τοὺς γὰρ 4.3.16 κατ' αὐτοὺς οὐδενὶ πόνῳ ἐτρέψαντο ἕκαστοι. ἃ δὴ ὁρῶντες οἱ Μασσαγέται κατὰ τὰ σφίσι ξυγκείμενα ξὺν τῷ Ῥωμαίων στρατῷ τὴν δίωξιν ἐποιήσαντο, οὐκ ἐπὶ 4.3.17 πολὺ μέντοι ἡ δίωξις ἥδε ἐγεγόνει. οἵ τε γὰρ Βανδίλοι ἐς τὸ σφέτερον στρατόπεδον κατὰ τάχος εἰσελθόντες ἡσύχαζον καὶ οἱ Ῥωμαῖοι, οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοί τε εἶναι, τούς τε νεκροὺς ὅσοι ἐχρυσοφόρουν ἀπέδυσαν καὶ ἐς 4.3.18 τὸ σφῶν αὐτῶν στρατόπεδον ἀπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν ἥσσους ἢ πεντήκοντα, Βανδίλων δὲ ὀκτακόσιοι μάλιστα. 4.3.19 Βελισάριος δὲ, τῶν πεζῶν οἱ ἀφικομένων ἀμφὶ δείλην ὀψίαν, ἄρας, ὡς εἶχε τάχους, παντὶ τῷ στρατῷ 4.3.20 ᾔει ἐπὶ τὸ τῶν Βανδίλων στρατόπεδον. Γελίμερ δὲ γνοὺς Βελισάριον ξύν τε τοῖς πεζοῖς καὶ τῷ ἄλλῳ στρατῷ ἐπ' αὐτὸν αὐτίκα ἰέναι, οὐδὲν οὔτε εἰπὼν οὔτε ἐντειλάμενος ἐπί τε τὸν ἵππον ἀναθρώσκει καὶ 4.3.21 τὴν ἐπὶ Νουμίδας φέρουσαν ἔφευγε. καὶ αὐτῷ οἵ τε ξυγγενεῖς καὶ τῶν οἰκετῶν ὀλίγοι τινὲς εἵποντο καταπεπληγμένοι τε καὶ τὰ παρόντα ἐν σιγῇ ἔχοντες. 4.3.22 καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόν τε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵ τε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες 4.3.23 ἐκώκυον. καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ' ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο. 4.3.24 ἐπελθόντες δὲ Ῥωμαῖοι τό τε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων 4.3.25 λόγῳ. χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ 4.3.26 τετύχηκεν εἶναι. οἵ τε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖς τε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ' αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐν οἷς 4.3.27 δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν. καὶ ἀπ' αὐτοῦ ἐς πάμπολυ χρῆμα ὁ πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ 4.3.28 ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις. ἡ μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἡ ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν ἢ ὁ Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνὸς, ὃν ∆εκέμβριον Ῥωμαῖοι καλοῦσι. 4.4.1 Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ' αὐτοὺς ξυνιστάμενοι, 4.4.2 τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν. ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας