391
ταῦτα 8.29.13 μὴ πάθοιεν. ἀλλὰ προτερήσας Ναρσῆς πεντήκοντα ἐκ καταλόγου πεζοὺς ἀπολέξας ἀωρὶ νύκτωρ ὡς καταλη8.29.14 ψομένους τε καὶ καθέξοντας αὐτὸ ἔστειλε. καὶ οἱ 8.29.14 μὲν οὐδενὸς σφίσι τῶν πολεμίων ἐμποδὼν ἱσταμένου 8.29.15 ἐνταῦθα γενόμενοι ἡσυχῆ ἔμενον. ἔστι δέ τις χειμάρρους τοῦ γεωλόφου ἐπίπροσθεν, παρὰ μὲν τὴν ἀτραπὸν, ἧς ἄρτι ἐμνήσθην, τοῦ δὲ χώρου καταντικρὺ οὗ ἐστρατοπεδεύσαντο Γότθοι, οὗ δὴ οἱ πεντήκοντα ἔστησαν, ἐν χρῷ μὲν ξυνιόντες ἀλλήλοις, ἐς φάλαγγα 8.29.16 δὲ ὡς ἐν στενοχωρίᾳ ξυντεταγμένοι. μεθ' ἡμέραν δὲ τὸ γεγονὸς ἰδὼν Τουτίλας ἀπώσασθαι αὐτοὺς ἐν σπουδῇ εἶχεν. ἴλην τε ἱππέων εὐθὺς ἐπ' αὐτοὺς ἔπεμψεν, ἐξελᾶν ὅτι τάχιστα ἐνθένδε αὐτοὺς ἐπιστείλας. 8.29.17 οἱ μὲν οὖν ἱππεῖς θορύβῳ τε πολλῷ καὶ κραυγῇ ἐπ' αὐτοὺς ἵεντο, ὡς αὐτοβοεὶ ἐξαιρήσοντες, οἱ δὲ εἰς ὀλίγον ξυντεταγμένοι καὶ ταῖς μὲν ἀσπίσι φραξάμενοι, 8.29.18 τὰ δὲ δοράτια ἐπανατεινάμενοι ἔστησαν. εἶτα οἱ μὲν Γότθοι σπουδῇ ἐπιόντες ξυνταράξαντες αὑτοὺς ἤλαυνον, οἱ δὲ πεντήκοντα, τῶν τε ἀσπίδων τῷ ὠθισμῷ καὶ τῶν δορατίων τῇ ἐπιβολῇ πυκνοτάτῃ οὔσῃ καὶ οὐδαμῆ ξυγκεχυμένῃ ὡς καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο, ἐξεπίτηδές τε πάταγον ταῖς ἀσπίσιν ἐποίουν, ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ 8.29.19 ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς. καὶ οἵ τε ἵπποι ἀνεχαιτίζοντο τῇ τε δυσχωρίᾳ καὶ τῶν ἀσπίδων τῷ πατάγῳ λίαν ἀχθόμενοι καὶ διέξοδον οὐδαμῆ ἔχοντες, οἵ τε ἄνδρες ἀπεκναίοντο, ἀνθρώποις τε οὕτω ξυμφραξαμένοις μαχόμενοι καὶ τρόπῳ οὐδενὶ εἴκουσι, καὶ ἵπποις ἐγκελευόμενοι ὡς ἥκιστα ἐπαΐουσιν. ἀποκρου8.29.20 σθέντες τε τὴν πρώτην ὀπίσω ἐχώρουν. καὶ αὖθις ἀποπειρασάμενοι καὶ ταὐτὰ πάσχοντες ἀνεπόδιζον. πολλάκις τε οὕτως ἀπαλλάξαντες οὐκέτι ἠνώχλουν, ἀλλ' ἑτέραν ἴλην Τουτίλας ἐς τὸ ἔργον τοῦτο ἀντικαθίστη. 8.29.21 ὧνπερ ὁμοίως τοῖς προτέροις ἀπαλλαγέντων ἕτεροι ἐς τὴν πρᾶξιν καθίσταντο. πολλάς τε ἴλας ὁ Τουτίλας οὕτως ἀμείψας ἐπὶ πάσαις τε ἄπρακτος γεγονὼς εἶτα 8.29.22 ἀπεῖπεν. οἱ μὲν οὖν πεντήκοντα κλέος ὑπὲρ ἀρετῆς ἀπήνεγκαν μέγα, δύο δὲ αὐτῶν διαφερόντως ἐν τῷ πόνῳ τούτῳ ἠρίστευσαν, Παῦλός τε καὶ Ἀνσίλας, οἳ δὴ ἐκπεπηδηκότες τῆς φάλαγγος δήλωσιν ἀρετῆς μάλιστα 8.29.23 πάντων πεποίηνται. τοὺς μὲν γὰρ ἀκινάκας σπασάμενοι κατέθεντο εἰς τὸ ἔδαφος, τὰ δὲ τόξα ἐντεινάμενοι ἔβαλλον ἐπικαιριώτατα στοχαζόμενοι τῶν πολε8.29.24 μίων. καὶ πολλοὺς μὲν ἄνδρας, πολλοὺς δὲ ἵππους διεχρήσαντο, ἕως ἔτι εἶχον τοὺς ἀτράκτους αὐτοῖς αἱ φαρέτραι. ἐπειδὴ δὲ ἅπαντα αὐτοὺς τὰ βέλη ἤδη ἐπιλελοίπει, οἱ δὲ τά τε ξίφη ἀνελόμενοι καὶ τὰς ἀσπίδας προβεβλημένοι κατὰ μόνας τοὺς ἐπιόντας ἠμύνοντο. 8.29.25 ἐπειδάν τε ἱππευόμενοι τῶν ἐναντίων τινὲς ξὺν τοῖς δόρασιν ἐπ' αὐτοὺς ἴοιεν, οἱ δὲ τοῖς ξίφεσι παίοντες 8.29.26 ἀπεκαύλιζον τῶν δοράτων εὐθὺς τὰς αἰχμάς. πολλάκις δὲ αὐτῶν οὕτω δὴ ἀναστελλόντων τὰς τῶν πολεμίων ἐπιδρομὰς ξυνηνέχθη τὸ θατέρου ξίφος (ἦν δὲ οὗτος ἀνὴρ Παῦλος ὀνόματι) τῷ συγκεκάμφθαι τῇ ἐς τὰ ξύλα συνεχεῖ τομῇ καὶ τὸ παράπαν ἀχρεῖον εἶναι. 8.29.27 ὅπερ αὐτίκα μὲν προσουδίζει χαμαὶ, χερσὶ δὲ ἀμφοτέραις ἐπιλαβόμενος τῶν δοράτων ἀφῃρεῖτο τοὺς ἐπιόντας. τέτταρά τε δόρατα οὕτω τοὺς πολεμίους διαφανῶς ἀφελόμενος αἰτιώτατος γέγονε τοῦ τὴν πρᾶξιν 8.29.28 αὐτοὺς ἀπογνῶναι. διὸ δὴ αὐτὸν καὶ ὑπασπιστὴν αὑτοῦ ἴδιον ἀπὸ τοῦ ἔργου τούτου Ναρσῆς τὸ λοιπὸν κατεστήσατο. 8.30.1 Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἑκάτεροι δὲ παρεσκευάζοντο εἰς παράταξιν. καὶ Ναρσῆς τὸ στράτευμα ἐν χώρῳ ὀλίγῳ ξυναγαγὼν τοιάδε παρεκελεύσατο «Τοῖς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς ἀγω»νίαν τοῖς πολεμίοις καθισταμένοις παρακελεύσεώς «τε ἂν ἴσως δεήσειε πολλῆς καὶ παραινέσεως ἐς τὴν «προθυμίαν ὁρμώσης, ὅπως δὴ ταύτῃ τῶν ἐναντίων «πλεονεκτοῦντες κατὰ νοῦν μάλιστα τῆς παρατάξεως «ἀπαλλάξωσιν· ὑμῖν δὲ, ὦ ἄνδρες, οἷς καὶ τῇ ἀρετῇ «καὶ τῷ πλήθει καὶ τῇ ἄλλῃ παρασκευῇ πάσῃ πολλῷ «τῷ διαλλάσσοντι πρὸς καταδεεστέρους ἡ μάχη ἐστὶν, «οὐδὲν ἄλλο προσδεῖν οἴομαι ἢ τῷ θεῷ ἵλεῳ ἐς ξυμ8.30.2 «βολὴν τήνδε