141
ἀπόνασθαι. 4.4.3 οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίων τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ' οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς 4.4.4 Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο. καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα ἢ δύο, ὅπη ποτὲ αὐτοὺς ἡ ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἢ ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἢ ἐνέδραν ἄγον. 4.4.5 οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ ἡ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ ἡ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζο4.4.6 μένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο. ἃ δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ 4.4.7 εἶχεν ᾗ τὸ παρὸν θέσθαι. ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις 4.4.8 τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος. τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματά τε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοις τε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον. 4.4.9 Ὁ δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοιςἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβοιεν. 4.4.10 ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔς τε τὴν πόλιν ἐσαγα4.4.11 γοῦσιν ἔχειν, ἄχρι αὐτὸς ἔλθοι. ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούς τε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα 4.4.12 ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν. ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους 4.4.13 ξυνίστασθαι. καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ 4.4.14 κατὰ τάχος ᾔει. ὁ δὲ Ἰωάννης ἐς πέντε ἡμέρας τε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ 4.4.15 ἁλῶναι, τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε. ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυ4.4.16 φόρον τετύχηκεν εἶναι. ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆς τε καὶ σώματος ἱκανῶς πεφυκὼς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ' οἴνῳ τε 4.4.17 καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων. οὗτος Οὐλίαρις ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ 4.4.18 βέλος. καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην 4.4.19 δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει. ὁ δὲ καιρίαν τυπεὶς, ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ 4.4.20 Καρχηδονίοις ἀπολιπών. ἀνδρίας τε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόν τε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν. 4.4.21 Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην 4.4.22 ἱερῷ ἱκέτης ἐκάθητο· οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ' Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τά τε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα 4.4.23 λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον. ὃς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔς τε τὸν Ἰωάννου τάφον ἀφίκετο 4.4.24 καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν. ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ