97
καταστησάμενος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, αἴτιος τῆς 2.29.22 ἀποστάσεως Λαζοῖς γέγονεν. ἐκ δὲ Πέτρας πόλεως ἰόντι εὐθὺς πρὸς ἄνεμον νότον οἱ Ῥωμαίων ὅροι ἐκδέχονται, χωρία τε πολυάνθρωπα ἐνταῦθά ἐστι, τό τε Ῥιζαῖον καλούμενον καὶ Ἀθῆναι ἄλλα τε ἄττα 2.29.23 μέχρι Τραπεζουντίων. ἡνίκα μὲν οὖν ἐπηγάγοντο Χοσρόην Λαζοὶ Βόαν ποταμὸν διαβάντες τόν τε Φᾶσιν ἐν δεξιᾷ ἔχοντες ἐς Πέτραν ἦλθον, τῷ μὲν λόγῳ προνοήσοντες ὡς μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ διαπορθμεύεσθαι ἀναγκάζωνται ποταμὸν Φᾶσιν, οὐ βουλόμενοι 2.29.24 δὲ τὰ σφέτερα οἰκία Πέρσαις ἐνδείκνυσθαι. καίτοι δύσοδος πανταχόθι Λαζική ἐστιν ἐντός τε καὶ ἐκτὸς 2.29.25 ποταμοῦ Φάσιδος. σκόπελοι γὰρ ὑπερφυεῖς ἐφ' ἑκάτερα τῆς χώρας ὄντες στενωποὺς ἐπὶ μακρότατον ἐνταῦθα ποιοῦνται· κλεισούρας ἑλληνίζοντες τὰς τοιαύτας 2.29.26 ὁδοὺς Ῥωμαῖοι καλοῦσιν. ἀλλ' ἐπεὶ τότε Λαζικὴ ἀφύλακτος ἐτύγχανεν οὖσα, ῥᾷστα δὴ ἐν Πέτρᾳ ξὺν τοῖς ἡγεμόσι Λαζοῖς ἐγένοντο Πέρσαι. 2.29.27 Νῦν δὲ ὁ Γουβάζης μαθὼν τὴν Περσῶν ἔφοδον τῷ ∆αγισθαίῳ ἐπέστελλε πέμψαι μέν τινας, οἳ φυλάξουσι τὸν στενωπὸν ἰσχυρότατα, ὃς ἐκτὸς Φάσιδος ποταμοῦ ἐστι, τὴν μέντοι προσεδρείαν ὡς ἥκιστα λύειν, ἕως τήν τε Πέτραν καὶ Πέρσας τοὺς ἐνταῦθα 2.29.28 ἐξελεῖν δύνωνται. αὐτὸς δὲ παντὶ τῷ Κόλχων στρατῷ ἐς τὰ Λαζικῆς ἔσχατα ἦλθεν, ὡς τὸν ἐνταῦθα στενω2.29.29 πὸν διαφυλάξων δυνάμει τῇ πάσῃ. ἐτύγχανε δὲ πολλῷ πρότερον Ἀλανούς τε καὶ Σαβείρους ἐς ξυμμαχίαν ἐπαγόμενος, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς ξυμφυλάξειν τὴν γῆν, ἀλλὰ καὶ Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο 2.29.30 δώσειν. αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς βασιλέα Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις τὰ χρήματα ταῦτα ἱκέτευε πέμπειν καὶ Λαζοῖς ἄγαν κεκακωμένοις 2.29.31 παραψυχὴν προέσθαι τινά. ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σιλεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν 2.29.32 Κολχίδα Χοσρόης ἦλθε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν μὲν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα. Γουβάζης μὲν οὖν ταῦτα ἐποίει. 2.29.33 ∆αγισθαῖος δὲ (ἦν γάρ τις νεανίας πόλεμόν τε διενεγκεῖν Μηδικὸν οὐδαμῆ ἀξιόχρεως) τοῖς παροῦσιν 2.29.34 οὐκ ἐπιτηδείως ἐχρῆτο. δέον οὖν ἀμέλει τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ' ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους· αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ' ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν, 2.29.35 πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοί τε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσί τε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε. 2.29.36 Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίν τε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅ τε ταύτῃ περίβολος 2.29.37 εὐθὺς ἔπεσεν. ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκὸς, 2.29.38 ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον· καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ 2.29.39 οὐδέν τι ἧσσον αὐτοὺς καθίστη. ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσου2.29.40 σιν, εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο. διὸ δὴ ὁ ∆αγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόν τε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι· Πέτραν γὰρ αἱρήσειν οὐ 2.29.41 πολλῷ ὕστερον. Πέρσαι μὲν οὖν Ῥωμαίους τε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν 2.29.42