222
καταστήσασθαι ἐν τῷ παραυτίκα, ἀναφέρειν δὲ τῇ ὑστεραίᾳ ἐφ' ἑαυτὸν, ὅστις ποτὲ ὁ ἀπολειφθεὶς εἴη, ὅπως δὴ κόλασις ἡ προσήκουσα ἐς αὐτὸν γίνοιτο. 5.25.17 καὶ μουσικοῖς μὲν ὀργάνοις χρήσασθαι τοὺς τεχνίτας ἐν τῷ περιβόλῳ νύκτωρ ἐκέλευε, τῶν δὲ στρατιωτῶν τινας καὶ οὐχ ἥκιστα τῶν Μαυρουσίων ἔξω ἔπεμπεν, οἳ ἀμφὶ τὴν τάφρον διανυκτερεύσειν ἀεὶ ἔμελλον, καὶ ξὺν αὐτοῖς κύνας ἠφίει, ὅπως δὴ μηδὲ ἄποθέν τις 5.25.18 ἐπὶ τὸν περίβολον ἰὼν διαλάθοι· τότε καὶ τοῦ Ἰάνου νεὼ τὰς θύρας τῶν τινες Ῥωμαίων βιασάμενοι ἀνα5.25.19 κλῖναι λάθρα ἐπειράσαντο. ὁ δὲ Ἴανος οὗτος πρῶτος μὲν ἦν τῶν ἀρχαίων θεῶν, οὓς δὴ Ῥωμαῖοι γλώσσῃ τῇ σφετέρᾳ Πένατες ἐκάλουν. ἔχει δὲ τὸν νεὼν ἐν τῇ ἀγορᾷ πρὸ τοῦ βουλευτηρίου ὀλίγον ὑπερβάντι τὰ 5.25.20 Τρία Φᾶτα. οὕτω γὰρ Ῥωμαῖοι τὰς Μοίρας νενομίκασι καλεῖν. ὅ τε νεὼς ἅπας χαλκοῦς ἐν τῷ τετραγώνῳ σχήματι ἕστηκε, τοσοῦτος μέντοι, ὅσον τὸ ἄγαλμα 5.25.21 τοῦ Ἰάνου σκέπειν. ἔστι δὲ χαλκοῦν οὐχ ἧσσον ἢ πηχῶν πέντε τὸ ἄγαλμα τοῦτο, τὰ μὲν ἄλλα πάντα ἐμφερὲς ἀνθρώπῳ, διπρόσωπον δὲ τὴν κεφαλὴν ἔχον, καὶ τοῖν προσώποιν θάτερον μὲν πρὸς ἀνίσχοντα, τὸ 5.25.22 δὲ ἕτερον πρὸς δύοντα ἥλιον τέτραπται. θύραι τε χαλκαῖ ἐφ' ἑκατέρῳ προσώπῳ εἰσὶν, ἃς δὴ ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐπιτίθεσθαι τὸ παλαιὸν Ῥωμαῖοι ἐνόμιζον, πολέμου δὲ σφίσιν ὄντος ἀνέῳγον. 5.25.23 ἐπεὶ δὲ τὸ Χριστιανῶν δόγμα, εἴπερ τινὲς ἄλλοι, Ῥωμαῖοι ἐτίμησαν, ταύτας δὴ τὰς θύρας οὐκέτι οὐδὲ πο5.25.24 λεμοῦντες ἀνέκλινον. ἀλλ' ἐν ταύτῃ δὴ τῇ πολιορκίᾳ τινὲς τὴν παλαιὰν, οἶμαι, δόξαν ἐν νῷ ἔχοντες ἐγκεχειρήκασι μὲν αὐτὰς ἀνοιγνύναι λάθρα, οὐ μέντοι παντάπασιν ἴσχυσαν, πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, 5.25.25 ὥσπερ τὸ πρότερον, μεμυκέναι τὰς θύρας. καὶ ἔλαθόν γε οἱ τοῦτο δρᾶν ἐγκεχειρηκότες. ζήτησις δὲ τοῦ ἔργου οὐδεμία ἅτε ἐν μεγάλῳ θορύβῳ ἐγεγόνει, ἐπεὶ οὔτε τοῖς ἄρχουσιν ἐγνώσθη, οὔτε ἐς τὸ πλῆθος, ὅτι μὴ ἐς ὀλίγους κομιδῆ, ἦλθεν. 5.26.1 Οὐίττιγις δὲ τὰ μὲν πρῶτα θυμῷ τε καὶ ἀπορίᾳ ἐχόμενος τῶν δορυφόρων τινὰς ἐς Ῥάβενναν πέμψας Ῥωμαίων τοὺς ἐκ βουλῆς ἅπαντας, οὕσπερ κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου ἐνταῦθα ἤγαγε, κτείνειν 5.26.2 ἐκέλευε. καὶ αὐτῶν τινες μὲν προμαθόντες φυγεῖν ἴσχυσαν, ἐν οἷς Βηργεντῖνός τε ἦν καὶ Ῥεπάρατος, Βιγιλίου ἀδελφὸς, τοῦ Ῥώμης ἀρχιερέως, οἵπερ ἄμφω ἐς Λιγούρους κομισθέντες αὐτοῦ ἔμενον. οἱ δὲ λοιποὶ 5.26.3 ἅπαντες διεφθάρησαν. μετὰ δὲ Οὐίττιγις πολλὴν ἄδειαν ὁρῶν τοῖς πολεμίοις οὖσαν ἐκφορεῖν τε εἴ τι ἐκ τῆς πόλεως βούλοιντο, καὶ τὰ ἐπιτήδεια κατά τε γῆν καὶ θάλασσαν ἐσκομίζεσθαι, τὸν λιμένα, ὃν δὴ 5.26.4 Πόρτον Ῥωμαῖοι καλοῦσι, καταλαβεῖν ἔγνω. ὃς δὴ ἀπέχει μὲν τῆς πόλεως ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους. μέτρῳ γὰρ τοσούτῳ τὸ μὴ ἐπιθαλασσία εἶναι διείργεται 5.26.5 Ῥώμη. ἔστι δὲ ᾗ ὁ ποταμὸς Τίβερις τὰς ἐκβολὰς ἔχει, ὃς δὴ ἐκ Ῥώμης φερόμενος, ἐπειδὰν τῆς θαλάσσης ἐγγυτέρω γένηται ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα, δίχα σχιζόμενος τὴν ἱερὰν νῆσον καλουμένην ἐνταῦθα 5.26.6 ποιεῖ. προϊόντος τε τοῦ ποταμοῦ εὐρυτέρα ἡ νῆσος γίνεται, ὡς τῷ μήκει τὸ τοῦ εὔρους μέτρον κατὰ λόγον εἶναι, σταδίους γὰρ πεντεκαίδεκα ῥεῦμα ἑκάτερον ἐν μέσῳ ἔχει. ναυσίπορός τε ὁ Τίβερις ἀμφοτέρωθι μένει. 5.26.7 τὸ μὲν οὖν ἐν δεξιᾷ τοῦ ποταμοῦ μέρος ἐς τὸν λιμένα τὰς ἐκβολὰς ποιεῖται, ὧν ἐκτὸς πόλιν ἐκ παλαιοῦ Ῥωμαῖοι πρὸς τῇ ὄχθῃ ἐδείμαντο, τεῖχος περιβεβλημένην ἐχυρὸν μάλιστα, Πόρτον τε αὐτὴν τῷ λιμένι ὁμωνύ5.26.8 μως καλοῦσιν· ἐν ἀριστερᾷ δὲ πρὸς τῇ ἑτέρᾳ τοῦ Τιβέριδος ἐς τὴν θάλασσαν ἐκβολῇ πόλις Ὀστία κεῖται, τῆς τοῦ ποταμοῦ ἠϊόνος ἐκτὸς, λόγου μὲν πολλοῦ τὸ παλαιὸν ἀξία, νῦν δὲ ἀτείχιστος παντάπασιν οὖσα. 5.26.9 ὁδὸν τοίνυν, ἣ ἐς Ῥώμην ἐκ τοῦ Πόρτου φέρει, ὁμαλήν τε καὶ ἐμπόδιον οὐδὲν ἔχουσαν τὸ ἐξ ἀρχῆς Ῥω5.26.10 μαῖοι πεποίηνται. βάρεις τε ἀεὶ πολλαὶ ἐξεπίτηδες ἐν τῷ λιμένι ὁρμίζονται, καὶ βόες οὐκ ὀλίγοι ἐν παρα5.26.11 σκευῇ ἀγχοτάτω ἑστᾶσιν. ἐπειδὰν οὖν οἱ ἔμποροι ταῖς ναυσὶν ἐς τὸν λιμένα ἀφίκωνται, ἄραντες τὰ φορτία ἐνθένδε καὶ ταῦτα ἐνθέμενοι ἐν ταῖς βάρεσι, πλέουσι διὰ τοῦ Τιβέριδος ἐπὶ τὴν Ῥώμην, ἱστίοις