78
ἐπανήκειν ἐν σπουδῇ εἶχον, μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγός τε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν 2.19.34 ἤδη. Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τά τε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ. 2.19.35 ∆ιὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρ2.19.36 χοντας βουλὴν προὔθηκεν. οὗ δὴ ἀναστὰς πρῶτος Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε «Ἄριστε Βελι»σάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρε»τὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι 2.19.37 «οἷος αὐτὸς εἶ. δόξα τε αὕτη οὐ Ῥωμαίων κεκράτηκε 2.19.38 «μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων. ταύτην μέντοι «βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας «ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς «εἴης· ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ «κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκό2.19.39 «πει. Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώ»τατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα «ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐδὲ «ἄγγελον πέμψαι τινὰ παρ' ἡμᾶς ἴσχυσαν· Ῥεκίθαγγός «τε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπου»θεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν «Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντά τε καὶ φέροντα 2.19.40 «ξύμπαντα τὰ ἐκείνῃ χωρία. τῶν δὲ λειπομένων οἱ «νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς θερα»πεύσοντάς τε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν 2.19.41 «ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι. τού»των δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ «αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐδ' «ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν ∆άρας Ῥωμαίοις δύναιτο 2.19.42 «τὸ ξυμπεσὸν πάθος. τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι «οὐδὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί «τις ἐλπὶς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαί τε καὶ 2.19.43 «πράσσειν ξυνοίσει. τοῖς γὰρ ἐς κίνδυνον ἄλλως τε «καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκο»πεῖσθαι, ἀλλὰ τὴν ἐς τοὺς πολεμίους ἐπιβουλὴν 2.19.44 «πολλὴ ἄνοια.» τοσαῦτα Ἰωάννης τε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔς τε θόρυβον καθιστάμενοι 2.19.45 τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν. διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑπο2.19.46 ζυγίοις ἐνθέμενος ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθα εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ' αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα. 2.19.47 Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολὴ, φρουρίου τε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στρά2.19.48 τευμα ἔπρασσεν. αὐτίκα τε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων 2.19.49 τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε. ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν. 2.20.1 Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, 2.20.2 ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων. Κάνδιδος δὲ, ὁ Σεργιουπόλεως ἱερεὺς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ 2.20.3 διὰ ταῦτα χαλεπῶς ἔχειν. χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆ2.20.4 σθαι. Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα, 2.20.5 ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου. ὁ δὲ αὐτὸν ἐς Σεργιούπολιν τινὰς ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα 2.20.6 τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους. καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης