58
ἀδύ»νατος εἶναι· τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ «τετίμηται· τὸ δὲ μὴ τοῖς ἀδυνάτοις ἐγχειρεῖν κρά2.7.33 «τιστον. ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ «παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς τα»λαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι 2.7.34 «καὶ ἄλλο τῶν νῦν με λεληθότων εἰπεῖν.» τοσαῦτα τὸν Μέγαν εἰπόντα ὁ Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος καὶ τὰ ξυμπεσόντα ἀμφὶ τῇ πηγῇ μαθὼν ἅπαντα, δεδακρυμένος τε παρὰ Χοσρόην αὖθις ἀφίκετο καὶ πρηνὴς κείμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖ2.7.35 σθαι τὰ σώματα. ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο, καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκε. 2.7.36 Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες 2.7.37 ᾤχοντο ὡς ἕκαστός πη ἐβούλετο. τῶν δὲ στρατιωτῶν ὀλίγοι μὲν αὐτοῖς τινες εἵποντο, οἱ δὲ πλεῖστοι ἐθελούσιοι παρὰ Χοσρόην αὐτόμολοι ἦλθον, ἐπικαλοῦντες ὅτι δὴ τὰς συντάξεις χρόνου μακροῦ σφίσι τὸ δημόσιον ὦφλε, καὶ ξὺν αὐτῷ ὕστερον ἐς τὰ Περσῶν ἤθη ἐχώρησαν. 2.8.1 Χοσρόης δὲ (καὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν) παντὶ 2.8.2 τῷ στρατῷ ἐπ' αὐτοὺς ᾔει. Ἀντιοχέων δέ τινες μὲν ἐνθένδε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστός τε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσι τε αὐτοὺς 2.8.3 ἐπιρρώσαντες διεκώλυσαν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθά τε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρός τε Ὀρόντῃ τῷ 2.8.4 ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν. Χοσρόης τε Παῦλον παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ 2.8.5 τῇ ἀναχωρήσει ληψόμενος. καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες 2.8.6 ἀνεχώρησαν. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος (εἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοις τε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονται) πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόν τε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ 2.8.7 ἐτώθαζον· καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω. 2.8.8 Τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστους τε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γὰρ, ὥς μοι 2.8.9 ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν. ἐνταῦθα Ῥωμαῖοι (στενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα, ἐφ' ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον) ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτω τε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε 2.8.10 ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοί τε ὦσιν. οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλως τε καὶ κατὰ τὴν τῆς 2.8.11 ἄκρας ὑπερβολήν. οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολ2.8.12 μότατοι νεανίαι πολλοί. ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ 2.8.13 καθάπερ ἐφ' ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει. καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε τε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν 2.8.14 πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν. οὐ