233
ἀπεδίδοντο. οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφί τε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρὸν, ἀλλ' ἀνθεῖ τε ἀεὶ καὶ τέθηλεν 6.3.11 ἐς πάντα τὸν χρόνον. ἀφ' οὗ δὴ καὶ ἱπποφορβεῖν ἐνταῦθα τοὺς πολιορκουμένους τετύχηκε. τινὲς δὲ καὶ ἐξ ἡμιόνων τῶν ἐν Ῥώμῃ θνησκόντων ἀλλᾶντας ποι6.3.12 ούμενοι ἀπεδίδοντο λάθρα. ἐπεὶ δὲ σῖτον τὰ λήϊα οὐκέτι εἶχε καὶ ἐς μέγα κακὸν ἅπαντες Ῥωμαῖοι ἀφίκοντο, Βελισάριόν τε περιίσταντο καὶ μάχῃ μιᾷ διακρίνεσθαι πρὸς τοὺς πολεμίους ἠνάγκαζον, Ῥωμαίων οὐδένα τῆς ξυμβολῆς ἀπολείψεσθαι ὑποσχόμενοι. καὶ αὐτῷ ἀπορουμένῳ τε τοῖς παροῦσι καὶ λίαν ἀχθομένῳ τῶν ἀπὸ τοῦ δήμου ἔλεξάν τινες τοιάδε «Οὐ 6.3.13 «προσδεχομένους ἡμᾶς ἡ παροῦσα, ὦ στρατηγὲ, κατέ»λαβε τύχη, ἀλλ' εἰς πᾶν ἡμῖν τοὐναντίον τὰ τῆς 6.3.14 «ἐλπίδος ἐκβέβηκε. τετυχηκότες γὰρ ὧν πρότερον ἐν «ἐπιθυμίᾳ κατέστημεν, τανῦν ἐς τὴν παροῦσαν ξυμ»φορὰν ἥκομεν, καὶ περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα «δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, «νῦν ἄνοιά τε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπό6.3.15 «θεσις. ἀφ' οὗ δὴ ἐς τόδε ἀνάγκης ἀφίγμεθα ὥστε «ἐν τῷ παρόντι ἔτι βιάζεσθαι καὶ πρὸς τοὺς βαρβάρους 6.3.16 «ὁπλίζεσθαι τετολμήκαμεν. καὶ συγγνώμη μὲν εἰ πρὸς «Βελισάριον θρασυνόμεθα. γαστὴρ γὰρ οὐκ οἶδεν 6.3.17 «ἀποροῦσα τῶν ἀναγκαίων αἰσχύνεσθαι. ἀπολελογήσθω «δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη. πάντων γὰρ εἰκότως «ἀνιαρότατος εἶναι δοκεῖ μηκυνόμενος τοῖς οὐκ εὖ «φερομένοις ὁ βίος. τὰ μὲν οὖν ξυμπεσόντα ἡμῖν 6.3.18 «ὁρᾷς δήπουθεν. ἀγροὶ μὲν οὗτοι καὶ χώρα ξύμπασα «ὑποπέπτωκε ταῖς τῶν πολεμίων χερσίν. ἡ πόλις δὲ «αὕτη τῶν ἀγαθῶν ἀποκέκλεισται πάντων οὐκ ἴσμεν 6.3.19 «ἐξ ὅτου δὴ χρόνου. Ῥωμαίων δὲ οἱ μὲν ἤδη κεῖνται, «τὸ μηδὲ γῇ κρύπτεσθαι κληρωσάμενοι, ἡμεῖς δὲ οἱ «περιόντες, ὡς ἂν συλλήβδην εἴπωμεν ἅπαντα τὰ δεινὰ, 6.3.20 «ξυντετάχθαι τοῖς οὕτω κειμένοις εὐχόμεθα. πάντα «γὰρ τοῖς ἐντυγχάνουσιν ὁ λιμὸς τὰ κακὰ φορητέα «δείκνυσιν, ἔνθα τε ἂν φαίνηται, μετὰ τῆς τῶν ἄλλων «ἐπέρχεται λήθης καὶ θανάτους ἅπαντας, πλὴν τοῦ «παρ' αὐτοῦ προσιόντος, πρὸς ἡδονῆς εἶναι τοῖς ἀν6.3.21 «θρώποις ἐργάζεται. ἕως τοίνυν ἔτι μὴ κεκράτηκεν «ἡμῶν τὸ κακὸν, δὸς ἡμῖν ὑπὲρ ἡμῶν αὐτῶν ἀνελέ»σθαι τὴν ἀγωνίαν, ἐξ ἧς ἡμῖν ἢ περιεῖναι τῶν πολε6.3.22 «μίων ἢ τῶν δυσχερῶν ἀπηλλάχθαι ξυμβήσεται. οἷς «μὲν γὰρ ἐλπίδα σωτηρίας ἡ μέλλησις φέρει, πολλὴ «ἄνοια ἂν εἴη προτερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ «τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκο»λώτερος ὁ ἀγὼν γίνεται, τὸ καὶ πρὸς ὀλίγον ἀνα»βάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτό6.3.23 «τερον.» Ῥωμαῖοι μὲν τοσαῦτα εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε «Ἀλλ' ἔμοιγε καὶ λίαν προσδεχομένῳ «τὰ παρ' ὑμῶν γεγένηται πάντα, ἐκβέβηκε δὲ παρὰ 6.3.24 «δόξαν οὐδέν. ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα «ἀβουλότατόν ἐστι, καὶ οὔτε τὰ παρόντα φέρειν πέφυκεν «οὔτε τὰ μέλλοντα προβουλεύεσθαι, ἀλλ' ἐγχειρεῖν «μὲν εὐπετῶς ἀεὶ τοῖς ἀμηχάνοις, διαφθείρεσθαι δὲ 6.3.25 «ἀνεπισκέπτως ἐπίσταται μόνον. ἐγὼ μέντοι οὐκ ἄν «ποτε διὰ τὴν ὑμετέραν ὀλιγωρίαν οὔτε ὑμᾶς ἀπολέ»σαιμι ἑκών γε εἶναι οὔτε ὑμῖν τὰ βασιλέως συν6.3.26 «διαφθείραιμι πράγματα. πόλεμος γὰρ οὐκ ἐξ ἀλο»γίστου σπουδῆς κατορθοῦσθαι φιλεῖ, ἀλλ' εὐβουλίᾳ «τε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθμώμενος 6.3.27 «ῥοπήν. ὑμεῖς μὲν οὖν πεττεύειν οἰόμενοι τὸν ἕνα «βούλεσθε ὑπὲρ ἁπάντων ἀναρρίπτειν κύβον, ἐμοὶ δὲ «οὐ σύνηθες αἱρεῖσθαι πρὸ τοῦ ξυμφόρου τὸ σύντο6.3.28 «μον. εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ «μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιη»μένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ «οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐδὲ «αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέ6.3.29 «χεται. νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ 6.3.30 «συγγνώμων εἰμὶ ταραχῆς τῆσδε. ὡς δὲ ὑμῖν ταῦτα «οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ «χρώμεθα ἐγὼ δηλώσω.