76
δὲ Βελισάριος τῶν τινας Περσῶν ξυλλαβὼν, ἐνδεῖν τοῖς ἐν 2.19.20 τῷ φρουρίῳ τὰ ἐπιτήδεια παντελῶς ἔμαθεν. οὐ γὰρ, ὥσπερ ἐν ∆άρας τε καὶ Νισίβιδι πόλει, ἐν δημοσίῳ τὰς ἐπετείους τροφὰς ἀποτίθεσθαι νενομίκασιν, ἀλλὰ πολεμίων στρατοῦ ἀπροσδοκήτου σφίσιν ἐπιπεσόντος 2.19.21 ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν. ἄφνω δὲ πολλῶν ἐς τὸ φρούριον καταφυγόντων, τῶν ἐπιτη2.19.22 δείων τῇ ἀπορίᾳ, ὡς τὸ εἰκὸς, ἐπιέζοντο. ἃ δὴ Βελισάριος γνοὺς Γεώργιον ἔπεμψεν, ἄνδρα ξυνετώτατόν τε καὶ τῶν ἀπορρήτων αὐτῷ κοινωνοῦντα, ἀποπειρασόμενον τῶν ἐν ταύτῃ ἀνθρώπων, εἴ πως ὁμολογίᾳ 2.19.23 τινὶ δύναιτο τὸ χωρίον ἑλεῖν. Γεώργιος δὲ παραίνεσίν τε ποιησάμενος καὶ πολλὰ ἐς αὐτοὺς ἐπαγωγὰ εἰπὼν ἔπεισε τὰ πιστὰ λαβόντας ἀμφὶ τῇ σωτηρίᾳ σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ἐνδοῦναι Ῥωμαίοις. 2.19.24 οὕτω Βελισάριος τὸ Σισαυράνων ἑλὼν τοὺς μὲν οἰκήτορας ἅπαντας Χριστιανούς τε καὶ Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας, ἀθῴους ἀφῆκε, τοὺς δὲ Πέρσας ξὺν τῷ Βλησχάμῃ ἐς Βυζάντιον ἔπεμψε, καὶ τὸν τοῦ φρουρίου 2.19.25 περίβολον ἐς ἔδαφος καθεῖλε. βασιλεύς τε οὐ πολλῷ ὕστερον τούτους τε τοὺς Πέρσας καὶ τὸν Βλησχάμην ἐς Ἰταλίαν Γότθοις πολεμήσοντας ἔπεμψε. τὰ μὲν οὖν ἀμφὶ τῷ Σισαυράνων φρουρίῳ ταύτῃ ἐχώρησεν. 2.19.26 Ἀρέθας δὲ, δείσας μὴ τὴν λείαν πρὸς Ῥωμαίων ἀφαιρεθείη, οὐκέτι ἀναστρέφειν ἐς τὸ στρατόπεδον 2.19.27 ἤθελε. πέμψας οὖν τῶν οἱ ἑπομένων τινὰς ἐπὶ κατασκοπῇ δῆθεν τῷ λόγῳ ἐκέλευε λάθρα ὡς τάχιστα ἐπανήκοντας σημῆναι σφίσιν, ὅτι δὴ πολύς τις πολεμίων στρατὸς ἀμφὶ τοῦ ποταμοῦ τὴν διάβασιν εἴη. 2.19.28 διὸ δὴ Τραϊανῷ τε καὶ Ἰωάννῃ παρῄνει ἑτέρᾳ ἰοῦσιν 2.19.29 ὁδῷ ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν. παρὰ μὲν οὖν Βελισάριον οὐκέτι ἦλθον, ἔχοντες δὲ ποταμὸν Εὐφράτην ἐν δεξιᾷ οὕτω δὴ ἐς Θεοδοσιούπολιν τὴν πρὸς 2.19.30 τῷ Ἀβόρρᾳ ποταμῷ ἵκοντο. Βελισάριος δὲ καὶ ὁ Ῥωμαίων στρατὸς οὐδὲν περὶ τοῦ στρατεύματος τούτου πυθόμενοι ἤσχαλλον, ἔς τε δέος καὶ ὑποψίαν οὔτε 2.19.31 φορητήν τινα οὔτε μετρίαν ἐμπίπτοντες. χρόνου τε σφίσιν ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ ξυνέβη πολλοῖς τῶν στρατιωτῶν πυρετῷ δυσκόλῳ ἐνταῦθα ἁλῶναι· αὐχμηρὰ γὰρ Μεσοποταμία ἡ Περσῶν 2.19.32 κατήκοος ὑπερφυῶς ἐστιν. οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε 2.19.33 ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο. ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδε τε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν ἐπανήκειν ἐν σπουδῇ εἶχον, μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγός τε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν 2.19.34 ἤδη. Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τά τε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ. 2.19.35 ∆ιὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρ2.19.36 χοντας βουλὴν προὔθηκεν. οὗ δὴ ἀναστὰς πρῶτος Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε «Ἄριστε Βελι»σάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρε»τὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι 2.19.37 «οἷος αὐτὸς εἶ. δόξα τε αὕτη οὐ Ῥωμαίων κεκράτηκε 2.19.38 «μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων. ταύτην μέντοι «βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας «ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς «εἴης· ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ «κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκό2.19.39 «πει. Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώ»τατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα «ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐδὲ «ἄγγελον πέμψαι τινὰ παρ' ἡμᾶς ἴσχυσαν· Ῥεκίθαγγός «τε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπου»θεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν «Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντά τε καὶ φέροντα 2.19.40 «ξύμπαντα τὰ ἐκείνῃ χωρία. τῶν δὲ λειπομένων οἱ «νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς