190
πολέμου καραδοκεῖν πέρας. 5.6.23 «ὅπερ ἤδη πεπονθότες τινὲς ἐν τοῖς μεγίστοις ἐσφά»λησαν. καί σοι οὔ ποτε μεταμελήσει φίλους ἡμᾶς 5.6.24 «ἀντὶ πολεμίων ποιησαμένῳ. ἀλλὰ καὶ ταῦτα ἅπερ «αἰτεῖς παρ' ἡμῶν ἕξεις, καὶ προσέσται σοι ἐν ταῖς 5.6.25 «πρώταις Ῥωμαίων τιμαῖς ἀναγράπτῳ εἶναι. νῦν μὲν «οὖν Ἀθανάσιόν τε καὶ Πέτρον ἀπέσταλκα, ὅπως ὁμο»λογίᾳ τινὶ ἑκατέρῳ τὸ βέβαιον ἔσται. ἥξει δὲ ὅσον «οὔπω καὶ Βελισάριος παρὰ σὲ, πέρας ἅπασιν ἐπιθή5.6.26 «σων ὅσα ἂν ἐν ἡμῖν ξυγκείμενα ᾖ.» ταῦτα βασιλεὺς γράψας Ἀθανάσιόν τε τὸν Ἀλεξάνδρου ἀδελφὸν, ὃς πρώην ἐς Ἀταλάριχον, ὥσπερ ἐρρήθη, ἐπρέσβευσε, καὶ Πέτρον αὖθις τὸν ῥήτορα ἔπεμψεν, οὗ πρόσθεν ἐμνήσθην, ἐντειλάμενος τὰ μὲν χωρία τῆς βασιλέως οἰκίας, ἣν πατριμώνιον καλοῦσι, Θευδάτῳ νεῖμαι, γράμματα δὲ καὶ ὅρκους ὀχύρωμα ταῖς ξυνθήκαις ποιησαμένους οὕτω δὴ ἐκ Σικελίας Βελισάριον μεταπέμψασθαι, ἐφ' ᾧ τά τε βασίλεια καὶ Ἰταλίαν παραλαβὼν ξύμπασαν 5.6.27 ἐν φυλακῇ ἔχει. καὶ Βελισαρίῳ ἐπέστειλεν ὥστε αὐτοῖς, ἐπειδὰν μεταπέμψωνται, κατὰ τάχος ἥκειν. 5.7.1 Ἐν ᾧ δὲ ταῦτά τε βασιλεὺς ἔπρασσε καὶ οἱ πρέσβεις οὗτοι ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ Γότθοι, ἄλλων τε καὶ Ἀσιναρίου καὶ Γρίπα σφίσιν ἡγουμένων, 5.7.2 στρατῷ πολλῷ ἐς ∆αλματίαν ἧκον. ἐπειδή τε Σαλώνων ἄγχιστα ἵκοντο, Μαυρίκιος σφίσιν, ὁ Μούνδου υἱὸς, οὐκ ἐς παράταξιν, ἀλλ' ἐπὶ κατασκοπῇ ἥκων ξὺν ὀλί5.7.3 γοις τισὶν ὑπηντίαζε. καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς Γότθων μὲν οἱ πρῶτοι καὶ ἄριστοι ἔπεσον, Ῥωμαῖοι δὲ σχεδὸν ἅπαντες καὶ Μαυρίκιος ὁ στρατηγός. 5.7.4 ἅπερ ἐπεὶ ἤκουσε Μοῦνδος περιώδυνός τε γενόμενος τῇ ξυμφορᾷ καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος, αὐτίκα 5.7.5 μάλα ἐπὶ τοὺς πολεμίους οὐδενὶ κόσμῳ ᾔει. τῆς τε μάχης κρατερᾶς γεγενημένης τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε. τῶν μὲν γὰρ πολεμίων ἐνταῦθα οἱ πλεῖστοι ἔπεσον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, Μοῦνδος δὲ κτείνων τε καὶ ὅπῃ παρατύχοι ἑπόμενος καὶ κατέχειν τὴν διάνοιαν τῇ τοῦ παιδὸς ξυμφορᾷ ὡς ἥκιστα ἔχων ὑφ' ὅτου δὴ τῶν φευγόντων πληγεὶς ἔπεσε, καὶ ἥ τε δίωξις ἐς τοῦτο ἐτελεύτα καὶ 5.7.6 τὰ στρατόπεδα ἑκάτερα διελέλυτο. τότε Ῥωμαῖοι ἀνεμνήσθησαν τοῦ Σιβύλλης ἔπους, ὅπερ ᾀδόμενον ἐν τῷ πρὶν χρόνῳ τέρας αὐτοῖς ἔδοξεν εἶναι. ἔλεγε γὰρ τὸ λόγιον ἐκεῖνο ὡς, ἡνίκα ἂν Ἀφρικὴ ἔχηται, ὁ κόσμος 5.7.7 ξὺν τῷ γόνῳ ὀλεῖται. τὸ μέντοι χρηστήριον οὐ τοῦτο ἐδήλου, ἀλλ' ὑπειπὸν ὅτι δὴ αὖθις ὑπὸ Ῥωμαίοις Λιβύη ἔσται καὶ τοῦτο ἐπεῖπεν, ὅτι τότε ξὺν τῷ παιδὶ ἀπολεῖται Μοῦνδος. λέγει γὰρ ὧδε αφριξα ξαπτα 5.7.8 μυνδυς ξυμ νατο περιβιτ. ἐπεὶ δὲ κόσμον τῇ Λατίνων φωνῇ Μοῦνδος δύναται, ᾤοντο ἀμφὶ τῷ κόσμῳ τὸ λόγιον εἶναι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. ἐς δὲ 5.7.9 Σάλωνας εἰσῆλθεν οὐδείς. οἵ τε γὰρ Ῥωμαῖοι ἐπ' οἴκου ἀνεχώρησαν, ἐπεὶ ἄναρχοι τὸ παράπαν ἐλείποντο, καὶ οἱ Γότθοι τῶν ἀρίστων οὐδενὸς σφίσιν ἀπολελειμμένου ἐς δέος ἐλθόντες τὰ ἐκείνῃ φρούρια ἔσχον· 5.7.10 οὐδὲ γὰρ Σαλώνων τῷ περιβόλῳ ἐπίστευον, ἄλλως τε καὶ οὐ λίαν αὐτοῖς εὐνοϊκῶς ἐχόντων Ῥωμαίων, οἳ ταύτῃ ᾤκηντο. 5.7.11 Ταῦτα ἐπεὶ Θευδάτος ἤκουσε, τοὺς πρέσβεις ἤδη παρ' αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ' ἀεὶ αὐτὸν ἡ παροῦσα τύχη ἀλόγως τε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔς τε ὀρρωδίαν ἀπῆγε μέτρον οὐκ ἔχουσαν καὶ αὖθις ἐς 5.7.12 ἄφατόν τι ἀντικαθίστη θράσος. καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδου τε ἀκούσας καὶ Μαυρικίου ἐπήρθη τε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παρ' αὐτὸν ἥκοντας 5.7.13 ἐρεσχελεῖν ἠξίου. καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω 5.7.14 Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τοιάδε «Σεμνὸν μὲν «τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν «ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε οἱ «πρέσβεις ἐν σφίσιν αὐτοῖς διασώζουσιν, ἐς ὃ τῇ σφε»τέρᾳ ἐπιεικείᾳ φυλάξωσι τὸ τῆς πρεσβείας ἀξίωμα. 5.7.15 «κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν «ἄνθρωποι, ὅταν ἢ ἐς βασιλέα ὑβρίσας