191
φαίνηται, ἢ 5.7.16 «γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς εὐνὴν ἔλθοι.» Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίασεν, ἀλλ' ὅπως ἰσχυρίσηται ἐγκλήματα, ὡς τὸ εἰκὸς, γίνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ 5.7.17 πρέσβεις ἀμείβονται τοῖσδε «Οὔτε ταῦτα, ὦ Γότθων «ἀρχηγὲ, ταύτῃ, ᾗπερ εἴρηκας ἔχει, οὔτ' ἂν σὺ παρα»πετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους 5.7.18 «πρέσβεις ἐνδείξαιο. μοιχῷ μὲν γὰρ οὐδὲ βουλομένῳ «πρεσβευτῇ πάρεστι γίνεσθαι, ᾧ γε οὐδὲ ὕδατος με»ταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν 5.7.19 «ἐστι. λόγους δὲ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκη»κοὼς εἴπῃ, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ «ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ' ὁ μὲν «κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ «δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι 5.7.20 «μόνον. ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν ὅσα ἀκού»σαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ «πρᾴως· ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους 5.7.21 «πρέσβεις λελείψεται. οὐκοῦν ὥρα σοι ἑκόντι ἐπι»τελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ' αὐτὸ γὰρ τοῦτο «ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολὴν, ἥν σοι ἔγραψεν, «ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα, ἃ τοῖς Γότθων πρώ5.7.22 «τοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢ αὐτοῖς δώσομεν.» ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα 5.7.23 σφίσιν ἐπέστελλον. εἶχε δὲ ὧδε «Ἐπιμελὲς γέγονεν «ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν, ᾧπερ «ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι, 5.7.24 «ἀλλ' ὅπως ἀξιώτεροι ἔσεσθε, ἐς ἡμᾶς ἥξετε. ἄλλως «τε οὐκ ἐς ἤθη ξένα ἢ ἀλλόγνωτα Γότθους καλοῦμεν, «ἀλλ' ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διε»στάναι τετύχηκε. διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ «Πέτρος ἐστάλησαν αὐτόσε, οἷς ὑμᾶς ἐς ἅπαντα ξυλλα5.7.25 «βέσθαι χρεών.» τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Θευδάτος δὲ ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχε. 5.7.26 Βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπεὶ ταῦτά τε καὶ τὰ ἐν ∆αλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μὲν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, εἰς Ἰλλυριοὺς ἔπεμψε, στρατιάν τε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλώνων ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη· Βελισάριον δὲ ἐς Ἰταλίαν τε κατὰ τάχος ἐκέλευσεν 5.7.27 ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι. Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ χρόνον τινὰ διατρίψας ἐνταῦθα στρατιὰν ἤγειρεν. ἐν τούτῳ δὲ Γότθοι, Γρίπα σφίσιν ἡγουμένου, στρατῷ ἑτέρῳ 5.7.28 ἐς ∆αλματίαν ἀφικόμενοι Σάλωνας ἔσχον· Κωνσταντιανός τε, ἐπεί οἱ τὰ τῆς παρασκευῆς ὡς ἄριστα εἶχεν, ἄρας ἐξ Ἐπιδάμνου τῷ παντὶ στόλῳ ὁρμίζεται ἐς Ἐπίδαυρον, ἥ ἐστιν ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον· ἔνθα δὴ ἄνδρας, οὓς ἐπὶ κατασκοπῇ Γρίπας 5.7.29 ἔπεμψε, τετύχηκεν εἶναι. καὶ αὐτοῖς τάς τε ναῦς ἐπισκοποῦσι καὶ τὸ Κωνσταντιανοῦ στρατόπεδον ἔδοξε θάλασσά τε καὶ ἡ γῆ ξύμπασα στρατιωτῶν ἔμπλεως εἶναι, παρά τε τὸν Γρίπαν ἐπανήκοντες μυριάδας ἀνδρῶν οὐκ ὀλίγας Κωνσταντιανὸν ἐπάγεσθαι ἰσχυρί5.7.30 ζοντο. ὁ δὲ ἐς δέος μέγα τι ἐμπεσὼν ὑπαντιάζειν τε τοῖς ἐπιοῦσιν ἀξύμφορον ᾤετο εἶναι καὶ πολιορκεῖσθαι πρὸς τοῦ βασιλέως στρατοῦ, οὕτω δὴ θαλασσο5.7.31 κρατοῦντος, ἥκιστα ἤθελε· μάλιστα δὲ αὐτὸν ξυνετάρασσεν ὅ τε Σαλώνων περίβολος, ἐπεὶ αὐτοῦ τὰ πολλὰ ἤδη καταπεπτώκει, καὶ τῶν ταύτῃ ᾠκημένων τὸ 5.7.32 ἐς Γότθους κομιδῆ ὕποπτον. καὶ διὰ τοῦτο ἐνθένδε παντὶ τῷ στρατῷ ἀπαλλαγεὶς ὅτι τάχιστα ἐν τῷ πεδίῳ στρατοπεδεύεται, ὃ μεταξὺ Σαλώνων τε καὶ Σκάρδωνος πόλεώς ἐστι. Κωνσταντιανὸς δὲ ταῖς ναυσὶν ἁπάσαις πλέων ἐξ Ἐπιδαύρου, Λυσίνῃ προσέσχεν, ἣ ἐν 5.7.33 τῷ κόλπῳ κεῖται. ἐνθένδε τε τῶν ἑπομένων τινὰς ἔπεμψεν, ἐφ' ᾧ τὰ ἀμφὶ τῷ Γρίπᾳ διερευνώμενοι ὁποῖά ποτε ᾖ ἐσαγγείλωσιν. ἀφ' ὧν δὴ τὸν πάντα λόγον πυθόμενος εὐθὺ Σαλώνων κατὰ τάχος ἔπλει. 5.7.34 καὶ ἐπειδὴ αὐτῆς ἄγχιστα ἐγεγόνει,