159
ὕβριζον. ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος ὁ Καππαδόκης παρηγορεῖν τε καὶ τιθασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι 4.14.33 ἐπαΐοντας τῶν λεγομένων. ἦν δέ τις Θεοδώρῳ τούτῳ 4.14.34 δυσμένειά τε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα. διὸ δὴ οἱ στασιῶται στρατηγόν τε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ 4.14.35 τάχος ἧκον. ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆς τε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ 4.14.36 πολέμια. ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδε τε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας, ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξ τε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε. 4.14.37 Σολόμων δὲ ἐς τὸ ἱερὸν, ὅ ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ 4.14.38 δείλην ὀψίαν ἦλθεν. ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαί τε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχα4.14.39 νεν. εἵποντο δὲ Προκόπιός τε, ὃς τάδε ξυνέγραψε, 4.14.40 καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα. σταδίους τε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόν τε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν 4.14.41 βασιλέως μεταγαγεῖν. καὶ πρὸς Θεόδωρον γράμματα ἔπεμπε, Καρχηδόνος τε ἐπιστέλλων ἐπιμελεῖσθαι καὶ τὰ ἄλλα διέπειν ὅπη ἂν αὐτῷ δοκῇ δυνατὰ εἶναι, αὐτὸς δὲ ξὺν Προκοπίῳ παρὰ Βελισάριον ἐς Συρα4.14.42 κούσας ἀφίκετο. ἅπαντά τε αὐτῷ ἀγγείλας, ὅσα ἐν Λιβύῃ γενέσθαι ξυνέπεσεν, ἐδεῖτο κατὰ τάχος ἰέναι τε ἐς Καρχηδόνα καὶ βασιλεῖ ἀμῦναι πάσχοντι πρὸς στρατιωτῶν τῶν αὐτοῦ τὰ ἀνόσια. καὶ Σολόμων μὲν ταῦτα ἐποίει. 4.15.1 Οἱ δὲ στασιῶται τὰ ἐν Καρχηδόνι ἅπαντα ληισάμενοι ἔς τε τὸ Βούλλης ξυλλεγέντες πεδίον Στότζαν, τῶν Μαρτίνου δορυφόρων ἕνα, τύραννον σφίσιν εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ' ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης πάσης 4.15.2 κρατήσουσιν. ὁ δὲ ἅπαν ἐξοπλίσας τὸ στράτευμα, ἐς ὀκτακισχιλίους μάλιστα ξυνιὸν, ἐπὶ Καρχηδόνα ἐπῆγεν, ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος οὐδενὶ 4.15.3 πόνῳ. ἔπεμπε δὲ καὶ ἐς Βανδίλους τούς τε ἐκ Βυζαντίου σὺν ταῖς ναυσὶν ἀποδράντας καὶ ὅσοι οὐχ εἵποντο Βελισαρίῳ τὸ ἐξ ἀρχῆς, ἢ διαλαθόντες, ἢ ὅτι οἱ Βανδίλους τηνικαῦτα παραπέμποντες ἐν λόγῳ αὐ4.15.4 τοὺς οὐδενὶ ἐποιήσαντο. ἦσαν δὲ οὐχ ἧσσον ἢ χίλιοι, οἳ οὐκ ἐς μακρὰν τῷ Στότζᾳ ἐς τὸ στρατόπεδον ξὺν προθυμίᾳ ἦλθον. ἀφίκετο δέ οἱ καὶ δούλων πολύς 4.15.5 τις ὅμιλος. καὶ ἐπειδὴ ἐγένοντο Καρχηδόνος ἐγγὺς, ἔπεμψεν ὁ Στότζας, κελεύων οἱ ὡς τάχιστα παραδοῦ4.15.6 ναι τὴν πόλιν, ἐφ' ᾧ κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ ἐν Καρχηδόνι καὶ Θεόδωρος, πρὸς ταῦτα ἄντικρυς ἀπειπόντες, βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν. 4.15.7 πέμψαντές τε παρ' αὐτὸν Ἰωσήφιον, τῶν τε βασιλέως φυλάκων γραμματέα οὐκ ἀφανῆ γεγονότα καὶ τῆς Βελισαρίου οἰκίας ὄντα, κατὰ χρείαν δέ τινα πρὸς αὐτοὺς ἐς Καρχηδόνα ἔναγχος ἐσταλμένον, ἠξίουν μὴ σφᾶς 4.15.8 περαιτέρω βιάζεσθαι. Στότζας δὲ, ἐπεὶ ταῦτα ἤκουσεν, Ἰωσήφιόν τε αὐτίκα ἔκτεινε καὶ ἐς πολιορκίαν καθίστατο. κατορρωδήσαντές τε οἱ ἐν τῇ πόλει τὸν κίνδυνον, σφᾶς τε αὐτοὺς καὶ Καρχηδόνα Στότζᾳ ἐγχειρίσαι ὁμολογίᾳ διενοοῦντο. τὸ μὲν οὖν Λιβύης στρατόπεδον ἐφέρετο τῇδε. 4.15.9 Βελισάριος δὲ, ἄνδρας ἀπολέξας τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν ἑκατὸν καὶ Σολόμωνα ἐπαγόμενος, μιᾷ νηὶ ἐς Καρχηδόνα κατέπλευσε