339
ἡσσῶνται δὲ κατὰ κράτος Ῥωμαῖοι. 7.40.41 ἔνθα δὴ στρατιῶται μὲν πολλοί τε καὶ ἄριστοι θνήσκουσιν, οἱ δὲ στρατηγοὶ παρ' ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι ξὺν τοῖς καταλοίποις μόλις διαφυγόντες ἐσώθησαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε. 7.40.42 καὶ Κωνσταντιανοῦ δὲ τὸ σημεῖον οἱ βάρβαροι εἷλον, τοῦ τε Ῥωμαίων στρατοῦ ἐς ὀλιγωρίαν τραπόμενοι 7.40.43 πρόσω ἐχώρουν. καὶ χώραν τὴν Ἀστικὴν καλουμένην ἐληΐζοντο κατ' ἐξουσίαν, ἀδῄωτον ἐκ παλαιοῦ οὖσαν, καὶ ἀπ' αὐτοῦ λείαν αὐτοὺς πολλήν τινα ἐνταῦθα εὑρεῖν ξυνηνέχθη· οὕτω δὲ χώραν πολλὴν ληϊζόμενοι ἄχρι ἐς τὰ μακρὰ τείχη ἀφίκοντο, ἅπερ ὀλίγῳ πλέον 7.40.44 ἢ ἡμέρας ὁδὸν Βυζαντίου διέχει. οὐ πολλῷ δὲ ὕστερον ὁ Ῥωμαίων στρατὸς τούτοις δὴ ἐπισπόμενοι τοῖς βαρβάροις, μοίρᾳ τε αὐτῶν ἐντυχόντες τινὶ καὶ ἐξαπιναίως 7.40.45 ἐς χεῖρας ἐλθόντες ἐτρέψαντο. καὶ τῶν μὲν πολεμίων πολλοὺς ἔκτειναν, Ῥωμαίων δὲ τῶν αἰχμαλώτων μέγα τι διεσώσαντο χρῆμα, τό τε Κωνσταντιανοῦ σημεῖον εὑρόντες ἀνείλοντο. οἱ δὲ λοιποὶ βάρβαροι ξὺν τῇ ἄλλῃ λείᾳ ἐπ' οἴκου ἀπεκομίσθησαν. 8.τ.1 ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΟΓ∆ΟΟΣ. 8.1.1 Ὅσα μὲν ἄχρι τοῦδέ μοι δεδιήγηται, τῇδε ξυγγέγραπται ᾗπερ δυνατὰ ἐγεγόνει ἐπὶ χωρίων ἐφ' ὧν δὴ ἔργα τὰ πολέμια ξυνηνέχθη γενέσθαι διελόντι τε καὶ ἁρμοσαμένῳ τοὺς λόγους, οἵπερ ἤδη ἐξενεχθέντες πανταχόθι δεδήλωνται τῆς Ῥωμαίων ἀρχῆς. τὸ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται. 8.1.2 γράμμασι γὰρ τοῖς ἐς τὸ πᾶν δεδηλωμένοις οὐκέτι εἶχον τὰ ἐπιγινόμενα ἐναρμόζεσθαι, ἀλλ' ὅσα κατὰ τοὺς πολέμους τούσδε γεγονέναι ξυνέβη, ἔτι μέντοι καὶ ἐς τὸ Μήδων γένος, ἐπειδὴ τοὺς ἔμπροσθεν λόγους ἐξήνεγκα, ἐν τῷδέ μοι τῷ λόγῳ πάντα γεγράψεται, ἱστορίαν τε αὐτῶν ἐπάναγκες ποικίλην ξυγκεῖσθαι. 8.1.3 ἤδη μὲν οὖν ὅσα ξυνέβη ἄχρι ἐς τὸ τέταρτον ἔτος τῆς πενταετηρίδος ἐκεχειρίας, ἣ Ῥωμαίοις ἐγεγόνει καὶ Πέρσαις, ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· τῷ δὲ ἐπιγινομένῳ ἐνιαυτῷ Μηδικῆς στρατιᾶς πολὺς 8.1.4 ὅμιλος ἐς γῆν τὴν Κολχίδα ἐσέβαλον. οἷσπερ ἐφειστήκει Πέρσης ἀνὴρ, Χοριάνης ὄνομα, πολέμων ἐσάγαν πολλῶν ἔμπειρος. καὶ αὐτῷ ξύμμαχοι βάρβαροι τοῦ Ἀλανῶν 8.1.5 γένους πολλοὶ εἵποντο. οὗτος ὁ στρατὸς ἐπειδὴ ἀφίκοντο ἐς χώραν τῆς Λαζικῆς, ἣ ἐπικαλεῖται Μοχήρησις, 8.1.6 ἐν ἐπιτηδείῳ στρατοπεδευσάμενοι ἔμενον. ῥεῖ δέ πη ἐνταῦθα ποταμὸς Ἵππις, οὐ μέγας οὐδὲ ναυσίπορος, ἀλλὰ καὶ ἱππεῦσι καὶ ἀνδράσι πεζοῖς ἐσβατὸς, οὗ δὴ ἐν δεξιᾷ τὸν χάρακα ἐποιήσαντο, οὐ παρὰ τὴν ὄχθην, 8.1.7 ἀλλὰ κατὰ πολὺ ἄποθεν. ὅπως δὲ τοῖς τάδε ἀναλεγομένοις ἔκδηλα τὰ ἐπὶ Λαζικῆς χωρία ἔσται ὅσα τε γένη ἀνθρώπων ἀμφ' αὐτὴν ἵδρυνται, καὶ μὴ ὑπὲρ τῶν ἀφανῶν σφίσιν ὥσπερ οἱ σκιαμαχοῦντες διαλέγεσθαι ἀναγκάζωνται, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἀναγράψασθαι ἐνταῦθα τοῦ λόγου ὅντινα δὴ τρόπον ἄνθρωποι οἰκοῦσι τὸν Εὔξεινον καλούμενον Πόντον, οὐκ ἀγνοοῦντι μὲν ὡς καὶ τῶν παλαιοτέρων τισὶ γέγραπται ταῦτα, οἰομένῳ δὲ οὐκ ἐς τὸ ἀκριβὲς αὐτοῖς 8.1.8 πάντα εἰρῆσθαι· ὧν γέ τινες Τραπεζουντίων ὁμόρους ἢ Σάνους ἔφασαν, οἳ τανῦν Τζάνοι ἐπικαλοῦνται, ἢ Κόλχους εἶναι, Λαζοὺς ἑτέρους καλέσαντες, οἳ καὶ νῦν ἐπὶ 8.1.9 τούτου προσαγορεύονται τοῦ ὀνόματος. καίτοι ἔστι τούτων οὐδέτερον. Τζάνοι μὲν γὰρ τῆς παραλίας ὡς ἀπωτάτω ὄντες προσοικοῦσι τοὺς Ἀρμενίους ἐν τῇ μεσογείᾳ καὶ ὄρη πολλὰ μεταξὺ ἀποκρέμαται, λίαν τε ἄβατα καὶ ὅλως κρημνώδη, χώρα τε πολλὴ ἔρημος ἀνθρώπων ἐς ἀεὶ οὖσα καὶ χαράδραι ἀνέκβατοι καὶ λόφοι ὑλώδεις καὶ σήραγγες ἀδιέξοδοι, οἷς δὴ ἅπασι μὴ ἐπιθαλάσσιοι 8.1.10 εἶναι διείργονται Τζάνοι. Κόλχους δὲ οὐχ οἷόν τέ ἐστι μὴ τοὺς Λαζοὺς εἶναι, ἐπεὶ παρὰ Φᾶσιν ποταμὸν ᾤκηνται· τὸ δὲ ὄνομα μόνον οἱ Κόλχοι, ὥσπερ ἀνθρώπων ἔθνη καὶ πολλὰ ἕτερα, τανῦν ἐς τὸ Λαζῶν 8.1.11 μεταβέβληται. χωρὶς δὲ τούτων καὶ μέγας αἰὼν μετὰ τοὺς ἐκεῖνα ἀναγραψαμένους ἐπιγενόμενος ἀεί τε συννεωτερίζων τοῖς πράγμασι τὰ πολλὰ τῶν καθεστώτων τὰ πρότερα νεοχμῶσαι ἴσχυσεν, ἐθνῶν τε μεταστάσεσι καὶ 8.1.12 ἀρχόντων καὶ ὀνομάτων διαδοχαῖς. ἅπερ μοι διαμετρήσασθαι