125
Προκόπιος ἔλεγεν ὡς οὐ διὰ τὴν χρείαν τῇ τοῦ ὕδατος περιουσίᾳ χαίροι, ἀλλ' ὅτι οἱ ξύμβολον εἶναι δοκεῖ νίκης ἀπόνου καὶ τοῦτο σφίσι 3.15.36 προλέγειν τὸ θεῖον· ὅπερ οὖν καὶ ἐγένετο. τὴν μὲν οὖν νύκτα ἐκείνην οἱ στρατιῶται ξύμπαντες ἐν τῷ στρατοπέδῳ ηὐλίσαντο, φυλακάς τε καὶ τὰ ἄλλα ᾗπερ εἰώθει ποιούμενοι, πλήν γε δὴ ὅτι τοξότας πέντε ἐν νηὶ ἑκάστῃ Βελισάριος ἐκέλευσε μεῖναι φυλακῆς ἕνεκα, καὶ τοὺς δρόμωνας ἐν κύκλῳ αὐτῶν ὁρμίζεσθαι, φυλασσομένους μή τις ἐπ' αὐτὰς κακουργήσων ἴοι. 3.16.1 Τῇ δὲ ὑστεραίᾳ, ἐπειδὴ τῶν στρατιωτῶν τινες ἐς τοὺς ἀγροὺς ἀναβαίνοντες τῶν ὡραίων ἥπτοντο, αὐτῶν τε τὰ σώματα ὁ στρατηγὸς οὐ παρέργως ᾐκί3.16.2 σατο καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε «Τὸ μὲν «βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ταύτῃ μόνον «ἔν γε τοῖς ἄλλοις καιροῖς μοχθηρὸν πεφυκέναι δοκεῖ, «ὅτι τὸ ἄδικον ἐν αὑτῷ φέρεται· νῦν δὲ τοσοῦτον «αὐτῷ τῆς δυσκολίας περίεστιν ὥστε, εἰ μὴ πικρὸν «εἰπεῖν, τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιη»σαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡμᾶς ἡλίκος ποτέ 3.16.3 «ἐστιν ἐκλογίζεσθαι χρή. ἐγὼ γὰρ ἐκείνῳ μόνῳ τὸ «θαρρεῖν ἔχων εἰς τὴν γῆν ὑμᾶς ἀπεβίβασα ταύτην, «ὅτι τοῖς Βανδίλοις οἱ Λίβυες, Ῥωμαῖοι τὸ ἀνέκαθεν «ὄντες, ἄπιστοί τέ εἰσι καὶ χαλεπῶς ἔχουσι, καὶ διὰ «τοῦτο ᾤμην ὡς οὔτ' ἄν τι τῶν ἀναγκαίων ἡμᾶς ἐπι»λείποι οὔτε τι ἐξ ἐπιδρομῆς κακὸν ἐργάσονται ἡμᾶς 3.16.4 «οἱ πολέμιοι. ἀλλὰ νῦν αὕτη ὑμῶν ἡ ἀκράτεια ταῦτα «εἰς τοὐναντίον ἡμῖν μεταβέβληκε. τοὺς γὰρ Λίβυας «δήπου κατηλλάξατε τοῖς Βανδίλοις, εἰς ὑμᾶς αὐτοὺς 3.16.5 «ἤδη τὴν τούτων περιαγαγόντες δυσμένειαν. φύσει «γὰρ πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζο»μένους ἔχθρα, καὶ περιέστηκεν ὑμῖν τῆς τε ὑμῶν αὐ»τῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα «ἄττα ἀργύρια ἀνταλλάξασθαι, παρὸν ὑμῖν παρ' ἑκόν»των ὠνουμένοις τὰ ἐπιτήδεια τῶν κυρίων μήτε ἀδί»κοις εἶναι δοκεῖν καὶ φίλοις ἐκείνοις ἐς τὰ μάλιστα 3.16.6 «χρῆσθαι. νῦν οὖν πρός τε Βανδίλους ὑμῖν καὶ «Λίβυας ὁ πόλεμος ἔσται, λέγω δὲ ἔγωγε καὶ τὸν «θεὸν αὐτὸν, ὃν οὐδεὶς ἀδικῶν ἐς ἐπικουρίαν παρα3.16.7 «καλεῖ. ἀλλὰ παύσασθε μὲν τοῖς ἀλλοτρίοις ἐπιπη»δῶντες, κέρδος δὲ ἀποσείσασθε κινδύνων μεστόν. 3.16.8 «οὗτος γὰρ ἐκεῖνος ὁ καιρός ἐστιν ἐν ᾧ μάλιστα σω»φροσύνη μὲν οἵα τε σώζειν, ἀκοσμία δὲ ἐς θάνατον «φέρει. τούτων γὰρ ἐπιμελομένοις ὑμῖν ἵλεως μὲν ὁ «θεὸς, εὔνους δὲ ὁ τῶν Λιβύων λεὼς, καὶ τὸ τῶν «Βανδίλων γένος εὐέφοδον ἔσται.» 3.16.9 Τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκιῶν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆς τε πόλεως ἀποπειρᾶσθαι καὶ, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ 3.16.10 στρατῷ ἐς αὐτὴν γενέσθαι. οἱ δὲ περὶ λύχνων ἁφὰς ἀγχοῦ τῆς πόλεως γενόμενοι ἐν φάραγγί τε λαθόντες διενυκτέρευσαν. ἕωθεν δὲ ἀγροίκων σὺν ἁμάξαις ἐς αὐτὴν εἰσιόντων ἐπιτυχόντες συνεισῆλθόν τε σιωπῇ καὶ 3.16.11 οὐδενὶ πόνῳ τὴν πόλιν ἔσχον. καὶ ἐπεὶ ἡμέρα ἐγένετο, οὐδενὸς θορύβου ἡγησαμένου, τόν τε ἱερέα καὶ εἴ τι δόκιμον ἦν ξυγκαλέσαντες τάς τε τοῦ στρατηγοῦ ἐντολὰς ἀπήγγελλον, καὶ τὰς κλεῖς τῶν εἰσόδων παρ' ἑκόντων λαβόντες τῷ στρατηγῷ ἔπεμψαν. 3.16.12 Τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ξύμπαντας ἵππους. ξυλληφθέντα δὲ καί τινα τῶν ἐς τὰς βασιλικὰς ἀποκρίσεις ἀεὶ στελλομένων, οὓς δὴ βεριδαρίους καλοῦσι, κακὸν μὲν οὐδὲν ὁ στρατηγὸς ἔδρασε, χρυσῷ δὲ πολλῷ δωρησάμενος καὶ πιστὰ λαβὼν τὰς ἐπιστολὰς ἐνεχείρισεν, ἅσπερ Ἰουστινιανὸς βασιλεὺς πρὸς Βανδίλους ἔγραψεν ἐφ' ᾧ τοῖς Βανδί3.16.13 λων ἄρχουσι δοῦναι.