155
σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ 4.12.30 Μαυρουσίων ἦρχε. μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν. 4.13.1 Ἐν ᾧ δὲ ταῦτα ἐν Βυζακίῳ ἐγένετο, ἐν τούτῳ Ἰαύδας, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε, πλέον ἢ τρισμυρίους ἄνδρας μαχίμους ἐπαγόμενος ἐληίζετο τὰ ἐπὶ Νουμιδίας χωρία, ἠνδραπόδιζέ τε τῶν Λιβύων 4.13.2 πολλούς. ἐτύγχανε δὲ Ἀλθίας ἐν κεντουρίαις τῶν ἐκείνῃ φρουρίων φυλακὴν ἔχων, ὃς τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους ἐν σπουδῇ ἔχων ξὺν Οὔννοις τοῖς αὐτῷ ἑπομένοις, ἑβδομήκοντα μάλιστα 4.13.3 οὖσιν, ἔξω τοῦ φρουρίου ἐγένετο. λογισάμενός τε ὡς οὐχ οἷός τέ ἐστι πλήθει Μαυρουσίων τοσούτῳ ξὺν ἀνδράσιν ἑβδομήκοντα ἐς χεῖρας ἰέναι, στενοχωρίαν καταλαβεῖν τινα ἤθελεν, ὅπως ἂν δι' αὐτῆς ὁδῷ ἰόντων τῶν πολεμίων τῶν τινας αἰχμαλώτων ἀναρπάσαι δυ4.13.4 νατὸς εἴη. καὶ (οὐ γάρ ἐστι τοιαύτη τις ἐνταῦθα ὁδὸς, ἐπεὶ πεδία ὕπτια πανταχῆ τῶν ἐκείνῃ χωρίων ἐστὶν) 4.13.5 ἐπενόει τάδε. πόλις ἔστι που πλησίον Τίγισις ὄνομα, τότε μὲν ἀτείχιστος οὖσα, κρήνην δὲ μεγάλην τινὰ ἐν 4.13.6 στενοχωρίᾳ πολλῇ ἔχουσα. ταύτην Ἀλθίας τὴν κρήνην καταλαβεῖν ἔγνω, λογισάμενος ὡς δίψῃ ἀναγκαζόμενοι ἐνταῦθά πως ἀφίξονται οἱ πολέμιοι· ἄλλο γὰρ ὕδωρ 4.13.7 ἄγχιστά πη ὡς ἥκιστά ἐστι. πᾶσι μὲν οὖν τὸ τοῦ πλήθους ἐκλογιζομένοις παράλογον ἔδοξε μανιώδης 4.13.8 αὐτοῦ ἡ ἔννοια εἶναι. οἱ δὲ Μαυρούσιοι κόπῳ τε 4.13.8 πολλῷ καὶ πνίγει μεγάλῳ θέρους ὥρᾳ ὡμιληκότες, δίψῃ τε, ὡς τὸ εἰκὸς, ἀπ' αὐτοῦ μεγίστῃ ἐχόμενοι, παρὰ τὴν κρήνην δρόμῳ πολλῷ ἦλθον, οὐδὲν ἐναντίωμα 4.13.9 ἐν νῷ ἔχοντες. ἐπειδὴ δὲ τὸ ὕδωρ πρὸς τῶν πολεμίων ἐχόμενον εὗρον, ἀπορούμενοι ξύμπαντες ἔστησαν, τοῦ πλείστου τῆς ἰσχύος ἤδη δαπανηθέντος σφίσι τῇ 4.13.10 τοῦ ὕδατος ἐπιθυμίᾳ. διὸ δὴ Ἰαύδας τῷ Ἀλθίᾳ εἰς λόγους ἥκων τὸ τριτημόριόν οἱ δώσειν ὡμολόγει τῆς 4.13.11 λείας, ἐφ' ᾧ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες. ὁ δὲ τὸν μὲν λόγον ἐνδέχεσθαι οὐδαμῇ ἤθελε, μονομαχεῖν 4.13.12 δὲ πρὸς αὐτὸν ὑπὲρ τούτων ἠξίου. τοῦ δὲ Ἰαύδα ταύτην δὴ δεξαμένου τὴν πρόκλησιν, ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν. 4.13.13 ἔχαιρέ τε ἅπας ὁ τῶν Μαυρουσίων στρατὸς, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνός τε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστός τε ἦν καὶ μαχιμώτατος 4.13.14 Μαυρουσίων ἁπάντων. ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. ὁ δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ' αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας Ἰαύδαν τε καὶ τοὺς πο4.13.15 λεμίους κατέπληξε. τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν 4.13.16 ἔκτεινε. πεσόντος τε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ' ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε· καί οἱ κόσμῳ οὐδενὶ ὁ τῶν Μαυρουσίων στρατὸς 4.13.17 εἵπετο. ὅ τε Ἀλθίας τούς τε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. 4.13.18 Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπί τε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα ὁ Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο 4.13.19 τῶν ἐν Νουμιδίᾳ χωρίων. καὶ ἦν δὲ οὕτως. ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα· Μασσωνᾶς μὲν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόν τε καὶ Μαυρουσίους, ὧν ἦρχεν, ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο. 4.13.20 ὁ μὲν οὖν Ῥωμαίων στρατὸς, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ 4.13.21 Αὐράσιον παραρρέων ἀρδεύει