396
ὀπίσω ἀνέστρεφον. οἱ δὲ τῷ Τουτίλᾳ ἐπισπόμενοι, διώκειν σφᾶς ἔτι τοὺς πολεμίους οἰόμενοι, οὐδέν τι ἧσσον πρόσω ἤλαυνον, καίπερ αὐτὸν καιρίαν πληγέντα καὶ λειποψυχοῦντα βεβαιότατα ἐπαγόμενοι, πρυτανευού8.32.27 σης αὐτοῖς τῆς ἀνάγκης τὸν βίαιον δρόμον. σταδίους δὲ ἀνύσαντες τέσσαράς τε καὶ ὀγδοήκοντα ἐς χωρίον ἀφίκοντο Κάπρας ὄνομα. οὗ δὴ τὸ λοιπὸν ἡσυχάζοντες Τουτίλα τὴν πληγὴν ἐθεράπευον, ὅσπερ οὐ πολλῷ 8.32.28 ὕστερον τὸν βίον ἐξεμέτρησεν. ἐνταῦθά τε αὐτὸν οἱ ἐπισπόμενοι κρύψαντες τῇ γῇ ἀνεχώρησαν. αὕτη γέγονε Τουτίλᾳ τῆς τε ἀρχῆς καὶ τοῦ βίου καταστροφὴ, ἔτη ἕνδεκα Γότθων ἄρξαντι, οὐκ ἐπαξίως ἐπιγενομένη τῶν ἔμπροσθεν αὐτῷ πεπραγμένων, ἐπεὶ καὶ τὰ πράγματα πρότερον τῷ ἀνθρώπῳ ἐχώρησε, καὶ τοῖς ἔργοις οὐ 8.32.29 κατὰ λόγον ἡ τελευτὴ ἐπεγένετο. ἀλλὰ καὶ νῦν ἡ τύχη ὡραϊζομένη τε διαφανῶς καὶ διασύρουσα τὰ ἀνθρώπεια τό τε παράλογον τὸ αὐτῆς ἴδιον καὶ τὸ τοῦ βουλήματος ἀπροφάσιστον ἐπιδέδεικται, Τουτίλᾳ μὲν τὴν εὐδαιμονίαν ἐξ αἰτίας οὐδεμιᾶς ἐπὶ χρόνου μῆκος αὐτοματίσασα, δειλίαν δὲ οὕτω τῷ ἀνθρώπῳ καὶ καταστροφὴν ἀπαυθαδισαμένη ἐξ οὐ προσηκόντων ἐν τῷ 8.32.30 παρόντι. ἀλλὰ ταῦτα μὲν ἀνθρώπῳ, οἶμαι, καταληπτὰ οὔτε γέγονε πώποτε οὔτε μήποτε ὕστερον ἔσται· λέγεται δὲ ἀεὶ καὶ δοξάζεται διαψιθυριζόμενα ἐς τὸν πάντα αἰῶνα, ὥς πη ἑκάστῳ φίλον, λόγῳ τῷ εἰκότι δοκοῦντι εἶναι παρηγοροῦντι τὴν ἄγνοιαν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. 8.32.31 Τουτίλαν γοῦν Ῥωμαῖοι οὕτως ἐξ ἀνθρώπων ἀφανισθῆναι οὐκ ἔγνωσαν, ἕως αὐτοῖς γυνὴ μία, Γότθα 8.32.32 γένος, ἔφρασέ τε καὶ τὸν τάφον ἐπέδειξεν. οἵ τε ἀκηκοότες οὐχ ὑγιᾶ τὸν λόγον εἶναι οἰόμενοι, ἐν τῷ χωρίῳ ἐγένοντο, καὶ τὴν θήκην ὀκνήσει οὐδεμιᾷ διορύξαντες ἐξήνεγκαν μὲν τὸν Τουτίλαν ἐνθένδε νεκρὸν, ἐπιγνόντες δὲ αὐτὸν, ὥς φασι, καὶ τούτου δὴ τοῦ θεάματος ἐμπλησάμενοι τὴν σφετέραν ἐπιθυμίαν αὖθις αὐτὸν τῇ γῇ ἔκρυψαν, ἔς τε Ναρσῆν αὐτίκα τὸν πάντα 8.32.33 λόγον ἀνήνεγκαν. τινὲς δὲ οὐχ οὕτω τά γε κατὰ Τουτίλαν καὶ τήνδε τὴν μάχην ξυμβῆναι, ἀλλὰ τρόπῳ τῳ ἑτέρῳ φασίν· ὅνπερ μοι ἀναγράψασθαι οὔ τοι ἄπο 8.32.34 τρόπου ἔδοξεν εἶναι. λέγουσι γὰρ οὐκ ἀπροφάσιστον οὐδὲ παράλογον τὴν ὑπαγωγὴν ξυνενεχθῆναι τῷ Γότθων στρατῷ, ἀλλὰ Ῥωμαίων ἀκροβολιζομένων τινῶν βέλος ἐκ τοξεύματος τῷ Τουτίλᾳ ἐξαπιναίως ἐπιπεσεῖν, οὐκ ἐκ προνοίας τοῦ πέμψαντος, ἐπεὶ Τουτίλας ἐν στρατιώτου λόγῳ ὡπλισμένος τε καὶ παρατεταγμένος ὅπου δὴ τῆς φάλαγγος ἀπημελημένος εἱστήκει, οὐ βουλόμενος τοῖς πολεμίοις ἔνδηλος εἶναι, οὐδέ πη αὑτὸν ἐς ἐπιβουλὴν παρεχόμενος, ἀλλὰ τύχης τούτῳ ταῦτα σκευωρουμένης τινὸς καὶ ἰθυνάσης ἐπὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸν ἄτρακτον· καὶ αὐτὸν μὲν καιρίαν βληθέντα, ὡς ἔνι μάλιστα, περιώδυνον γεγενημένον ἔξω γενέσθαι τῆς φάλαγγος ξύν τε ὀλίγοις κατὰ βραχὺ ὀπίσω ἰέναι. 8.32.35 καὶ μέχρι μὲν ἐς Κάπρας ἀντέχοντα τῇ ταλαιπωρίᾳ τὸν ἵππον ἐλᾶν, ἐνταῦθα δὲ λειποψυχήσαντα τὸ λοιπὸν μεῖναι τὴν πληγὴν θεραπεύσοντα, οὐ πολλῷ τε ὕστερον 8.32.36 αὐτῷ ἐπιγενέσθαι τὴν τέλειον ἡμέραν τοῦ βίου. τὴν δὲ Γότθων στρατιὰν οὔτε ἄλλως ἀξιόμαχον τοῖς ἐναντίοις οὖσαν, ἀλλὰ καὶ ἀπομάχου σφίσι παρὰ δόξαν γεγενημένου τοῦ ἄρχοντος, ἐν θάμβει γενέσθαι, εἰ μόνος αὐτοῖς οὐκ ἐξ ἐπιβουλῆς τῶν πολεμίων ὁ Τουτίλας καιρίαν βληθείη, καὶ ἀπ' αὐτοῦ περιφόβους τε καὶ ἀθύμους γεγενημένους ἔς τε ὀρρωδίαν ὅρον οὐκ ἔχουσαν καὶ ὑπαγωγὴν οὕτως αἰσχρὰν ἐμπεπτωκέναι. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὅπη γινώσκει. 8.33.1 Ναρσῆς δὲ περιχαρὴς τοῖς ξυμπεπτωκόσι γενόμενος ἐπαναφέρων οὐκ ἀνίει ἐς τὸν θεὸν ἅπαντα, ὅπερ καὶ ὁ ἀληθὴς λόγος ἐγίνετο, τά τε ἐν ποσὶ διῳ8.33.2 κεῖτο. καὶ πρῶτα μὲν τῶν οἱ ἐπισπομένων Λαγγοβαρδῶν ἀπαλλαξείων τῆς ἀτοπίας (οἵ γε πρὸς τῇ ἄλλῃ ἐς τὴν δίαιταν παρανομίᾳ τάς τε οἰκοδομίας, αἷς ἂν ἐντύχοιεν, ἐνεπίμπρασαν καὶ γυναιξὶ ταῖς ἐς τὰ ἱερὰ καταφευγούσαις βιαζόμενοι ἐπλησίαζον) χρήμασι μεγάλοις αὐτοὺς δεξιωσάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι, Βαλεριανόν τε καὶ ∆αμιανὸν, τὸν