290
«ἡμῖν δὲ τῆς ἐς ὑμᾶς συγγνώμης. δώσετε δὲ, ἤν γε «μὴ ἀναμενοῦντες τὸ τοῦ πολέμου πέρας, ἀλλ' ἔτι «βραχείας τινὸς καὶ ταύτης ἀνονήτου ὑμῖν ἀπολελειμ»μένης ἐλπίδος ἕλησθε μὲν τὰ κρείσσω, ἐπανορθώσητε 7.9.19 «δὲ τὰ ἐς ἡμᾶς οὐ δέον ὑμῖν πεπραγμένα.» τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. ἐγχειρίσας δὲ αὐτὴν τῶν τισιν αἰχμαλώτων ὁ Τουτίλας ἐπὶ Ῥώμης ἐκέλευεν ἰόντας τοῖς ἐκ βουλῆς διδόναι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. 7.9.20 Ἰωάννης δὲ τοὺς τὸ γράμμα τοῦτο ἰδόντας ἀποκρίνασθαί τι πρὸς Τουτίλαν διεκώλυσε. διὸ δὴ αὖθις ὁ Τουτίλας γράψας γραμμάτια πολλὰ, ὅρκους τε αὐτοῖς τοὺς δεινοτάτους ἐνθέμενος διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους. 7.9.21 οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη· οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐχόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο 7.9.22 εὐθὺς ἅπαντας. Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν ∆ρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ 7.9.23 στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει. ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. 7.10.1 Οὕτω μὲν Βελισάριος τὸ δεύτερον ἐς Ἰταλίαν ᾔει. ἐπεὶ δὲ στρατιώτας ὡς μάλιστα ὀλίγους εἶχε (τοὺς γάρ οἱ ἑπομένους τοῦ ἐν Μήδοις στρατοπέδου ἀποστῆσαι οὐδαμῆ ἴσχυσε) Θρᾴκην ὅλην περιιὼν χρήματά τε 7.10.2 προϊέμενος, ξυνῆγε νέους ἐθελουσίους. ξυνῆν δὲ αὐτῷ βασιλέως γνώμῃ καὶ Βιτάλιος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς, ἄρτι ἐπανήκων ἐξ Ἰταλίας, οὗ δὴ τοὺς Ἰλλυ7.10.3 ριοὺς στρατιώτας ἀπολιπὼν ἔτυχεν. ἄμφω γοῦν ἐς τετρακισχιλίους ἀγείραντες ἐν Σάλωσιν ἐγένοντο, γνώμην ἔχοντες ἐπὶ Ῥαβέννης τὰ πρῶτα ἰέναι, τὸν δὲ 7.10.4 πόλεμον ἐνθένδε ὅπη ἂν δυνατὸν εἴη διενεγκεῖν. τὸ γὰρ ἐπὶ τὰ Ῥώμης χωρία ἀποβαίνειν οὐδαμῆ ἴσχυον, οὔτε τοὺς πολεμίους λανθάνοντες (ἐπεὶ αὐτοὺς ἔν τε Καλαβροῖς στρατοπεδεύεσθαι καὶ Καμπανοῖς ἤκουσαν) οὔτε αὐτοὺς τρόπῳ ὁτῳοῦν βιαζόμενοι. οὐ γὰρ ἐξ 7.10.5 ἀντιπάλου τῆς δυνάμεως ἐπ' αὐτοὺς ᾔεσαν. ἐν τούτῳ δὲ οἱ ἐν ∆ρυοῦντι πολιορκούμενοι τῶν ἀναγκαίων σφᾶς παντάπασιν ἐκλελοιπότων βαρβάροις τοῖς πολιορκοῦσιν ἐς λόγους ξυνῆλθον, ἐφ' ᾧ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι, τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα 7.10.6 ξυνέκειτο. Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος πλοίοις ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς ∆ρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ' αὐτῶν καταστήσασθαι· ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ 7.10.7 φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν. Βαλεντῖνος μὲν οὖν τῷ στόλῳ τούτῳ πνεύματος ἐπιφόρου ἐπιτυχὼν ἐς τὸν ∆ρυοῦντα κατέπλευσε τέτρασι πρότερον τῆς κυρίας ἡμέραις, ἀφύλακτόν τε τὸν λιμένα εὑρὼν αὐτοῦ τε ἐκράτησε καὶ πόνῳ οὐδενὶ ἐς τὸ φρούριον εἰσελθεῖν 7.10.8 ἴσχυσε. τοῖς γὰρ ὡμολογημένοις οἱ Γότθοι θαρσοῦντες οὐδέν τε μεταξὺ ἐναντίωμα ὑποτοπάζοντες σφίσιν ἔσεσθαι, ὀλιγώρως ἤδη τὰ ἐς τὸν ∆ρυοῦντα διαθέμενοι 7.10.9 ἡσυχῆ ἔμενον. τότε μέντοι καταπλέοντα ἐκ τοῦ αἰφνιδίου τὸν στόλον ἰδόντες ἔδεισάν τε καὶ τὴν προσεδρείαν διέλυσαν, μακράν τε ἄποθεν τοῦ χωρίου γενόμενοι ἐστρατοπεδεύσαντο καὶ πάντα ἐς Τουτίλαν τὰ ξυμβεβηκότα σφίσιν ἀνήνεγκαν. παρὰ τοσοῦτον μὲν 7.10.10 ∆ρυοῦντος τὸ φρούριον κινδύνου ἦλθε. τῶν δὲ ξὺν Βαλεντίνῳ τινὲς ληΐσασθαι βουλόμενοι τὰ