257
Ἰταλίαν «ἐπέμψαμεν. μόνον γὰρ Βελισάριον παντὶ τῷ στρατῷ «ἐξηγεῖσθαι βουλόμεθα, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα «ἔχειν, αὐτῷ τε ὑμᾶς ἕπεσθαι ἅπαντας ἐπὶ τῷ συμ»φέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ προσήκει.» τὰ μὲν οὖν 6.18.29 βασιλέως γράμματα ὧδέ πη εἶχε. Ναρσῆς δὲ τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος ἀπ' ἐναντίας Βελισάριον ἰσχυρίζετο ἐν τῷ παρόντι τοῦ τῆς πολιτείας ξυμφόρου βουλεύεσθαι· διὸ δὴ σφίσιν οὐκ ἀναγκαῖον εἶναι αὐτῷ ἕπεσθαι. 6.19.1 Ταῦτα ἀκούσας Βελισάριος Περάνιον μὲν ἐς 6.19.1 Οὐρβιβεντὸν ξὺν πολλῇ στρατιᾷ, ἐφ' ᾧ πολιορκήσουσιν αὐτὴν, ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ Οὐρβῖνον τὸ στράτευμα ἐπῆγε, πόλιν τε ἐχυρὰν καὶ Γότθων φρουρὰν διαρκῆ ἔχουσαν, (ἀπέχει δὲ αὕτη Ἀριμίνου πόλεως ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ) καί οἱ τῆς στρατιᾶς ἐξηγουμένῳ Ναρσῆς τε καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ξύμ6.19.2 παντες εἵποντο. τῆς τε πόλεως ἀγχοῦ ἐλθόντες παρὰ τοῦ λόφου τὸν πρόποδα ἐστρατοπέδευσαν δίχα. οὐ γάρ πη ἀλλήλοις ξυνετετάχατο, ἀλλ' οἱ μὲν ἀμφὶ Βελισάριον τὰ πρὸς ἕω τῆς πόλεως εἶχον, οἱ δὲ ἀμφὶ 6.19.3 Ναρσῆν τὰ πρὸς ἑσπέραν. κεῖται δὲ Οὐρβῖνος ἐπὶ λόφου περιφεροῦς τε καὶ ὑψηλοῦ λίαν. οὐ μέντοι ὁ λόφος οὔτε κρημνώδης οὔτε παντάπασιν ἀπόρευτός ἐστι, μόνον δὲ δύσοδος τῷ ἀνάντης ἐς ἄγαν εἶναι, 6.19.4 ἄλλως τε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι. μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει πρὸς βορρᾶν ἄνεμον. Ῥωμαῖοι μὲν οὖν ἐς τὴν πολιορκίαν ἐτετάχατο ὧδε. Βελισάριος δὲ ῥᾷον σφίσι προσχωρήσειν ὁμολογίᾳ τοὺς βαρβάρους οἰόμενος ἅτε κατωρρωδηκότας τὸν κίνδυνον, πρέσβεις τε παρ' αὐτοὺς ἔπεμψε καὶ πολλὰ ὑποσχόμενος αὐτοῖς ἀγαθὰ ἔσεσθαι κατηκόους βασι6.19.5 λέως γενέσθαι παρῄνει. οἱ μὲν οὖν πρέσβεις τῶν πυλῶν ἀγχοῦ γενόμενοι (οὐ γὰρ τῇ πόλει σφᾶς ἐδέξαντο οἱ πολέμιοι) πολλά τε καὶ λίαν ἐπαγωγὰ εἶπον, οἱ δὲ Γότθοι χωρίου τε ἰσχύϊ θαρροῦντες καὶ τῶν ἐπιτηδείων τῇ ἀφθονίᾳ τοὺς μὲν λόγους ἥκιστα ἐνεδέχοντο, κατὰ τάχος δὲ Ῥωμαίους ἐνθένδε ἐκέλευον 6.19.6 ἀπαλλάσσεσθαι. Βελισάριος οὖν ταῦτα ἀκούσας ῥάβδους παχείας τῷ στρατῷ ξυλλέγειν ἐπήγγελλε, στοάν 6.19.7 τε ἀπ' αὐτῶν ποιεῖσθαι μακράν. ἧς δὴ ἐντὸς κρυπτόμενοι ἔμελλον τῶν τε πυλῶν ξὺν αὐτῇ ἀγχοτάτω ἰέναι, ᾗ μάλιστα ὁ χῶρος ὁμαλός ἐστι, καὶ τῇ ἐς τὸ τεῖχος ἐπιβουλῇ χρῆσθαι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. 6.19.8 Ναρσῇ δὲ ξυγγενόμενοι τῶν ἐπιτηδείων τινὲς, ἀπέραντά τε ποιεῖν Βελισάριον καὶ τὰ ἀμήχανα ἐπινοεῖν ἔφασκον. ἤδη γὰρ Ἰωάννην τοῦ χωρίου ἀποπειρασάμενον, καὶ ταῦτα ὀλίγων τινῶν τηνικαῦτα φρουρὰν ἔχοντος, ἀνάλωτον αὐτὸ ᾐσθῆσθαι παντάπασιν εἶναι (καὶ ἦν δὲ οὕτως), ἀλλ' αὐτὸν χρῆναι βασιλεῖ ἀνα6.19.9 σώσασθαι τὰ ἐπὶ Αἰμιλίας χωρία. ταύτῃ ὁ Ναρσῆς τῇ ὑποθήκῃ ἀναπεισθεὶς νύκτωρ τὴν προσεδρείαν διέλυσε, καίπερ Βελισαρίου πολλὰ λιπαροῦντος μένειν τε 6.19.10 αὐτοῦ καὶ Οὐρβῖνον πόλιν σφίσι ξυνελεῖν. οὗτοι μὲν ἐς Ἀρίμινον κατὰ τάχος ξὺν τῷ ἄλλῳ στρατῷ ἵκοντο. Μώρας δὲ καὶ οἱ βάρβαροι ἐπεὶ κατὰ ἥμισυ τοὺς πολεμίους ἀναχωρήσαντας ἅμα ἡμέρᾳ εἶδον, ἐτώθαζον ἀπὸ τοῦ περιβόλου τοὺς μεμενηκότας ἐρεσχελοῦντες. 6.19.11 Βελισάριος δὲ τῇ λειπομένῃ στρατιᾷ τειχομαχεῖν ἤθελε. καί οἱ ταῦτα βουλευομένῳ εὐτύχημα γενέσθαι ξυνη6.19.12 νέχθη θαυμάσιον οἷον. μία τις ἦν ἐν Οὐρβίνῳ πηγὴ, ἐξ ἧς δὴ πάντες οἱ ταύτῃ οἰκοῦντες ὑδρεύοντο. αὕτη κατὰ βραχὺ ἀπὸ ταὐτομάτου ἀποξηρανθεῖσα ὑπέληγεν. 6.19.13 ἔν τε ἡμέραις τρισὶν οὕτως αὐτὴν τὸ ὕδωρ ἀπέλιπεν ὥστε ξὺν τῷ πηλῷ ἐνθένδε αὐτὸ οἱ βάρβαροι ἀρυόμενοι ἔπινον. διὸ δὴ Ῥωμαίοις προσχωρεῖν ἔγνωσαν. 6.19.14 Βελισάριος δὲ ταῦτα μὲν οὐδαμῆ πεπυσμένος ἤθελεν ἀποπειράσασθαι τοῦ περιβόλου. καὶ τὸ μὲν ἄλλο στράτευμα ἐξοπλίσας κύκλῳ ἀμφὶ τὸν λόφον ἅπαντα ἔστησε, τινὰς δὲ ἐκέλευσεν ἐν τῷ ὁμαλεῖ τὴν ἀπὸ τῶν 6.19.15 ῥάβδων ἐπάγειν στοάν. οὕτω γὰρ καλεῖν τὴν μηχανὴν νενομίκασι ταύτην. οἱ δὲ αὐτῆς ἐντὸς ὑποδύντες ἐβάδιζόν τε καὶ τὴν στοὰν ἐφεῖλκον τοὺς πολεμίους λαν6.19.16 θάνοντες. οἱ μὲν οὖν βάρβαροι χεῖρας τὰς δεξιὰς ἀπὸ τῶν ἐπάλξεων προτεινόμενοι ἐδέοντο τῆς εἰρήνης τυχεῖν. Ῥωμαῖοι δὲ οὐκ εἰδότες τι τῶν