176
οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον 4.26.13 ὦφλε. καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα 4.26.14 ἀφίκεται. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας, οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ 4.26.15 οὐδέτεροι τὸ ἔλασσον ἔσχον. ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ' οἱ πλεῖστοι ἔτι ταῖς 4.26.16 γνώμαις ἀκραιφνεῖς ἔμενον. Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν (οὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν) κατεπλάγη τε καὶ 4.26.17 ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει. ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν, οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται· μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν· τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν 4.26.18 φρούριον ἐχυρώτατον κατεστήσατο. ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ 4.26.19 τὴν ἀδελφὴν ἐτύγχανε πέμψας. τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνε4.26.20 χώρουν ὡς ἕκαστός πη ἐδύνατο. Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα 4.26.21 ἤδη ἐφύλαττε. πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετε4.26.22 πέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε. θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι 4.26.23 μάλιστα ἡ πρᾶξις ἀρέσκοι. ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ 4.26.24 δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν. ὁ μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ 4.26.25 ἀνθρώπῳ ἠπείλησε. δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμε4.26.26 νος ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη. ὁ μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἢ ἰδιώτῃ παντάπασι πρέπον· κασοῦλαν αὐτὸ τῇ Λατί4.26.27 νων φωνῇ καλοῦσι Ῥωμαῖοι. ἐπειδή τε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ 4.26.28 ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε. πρηνής τε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τά τε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον, ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ' οὗ οἱ τὴν πίστιν ὁ ἱερεὺς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο. 4.26.29 ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν ὁ Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, 4.26.30 εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται. καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν· οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύν τε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχή4.26.31 σεσθαι. εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόν τε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν 4.26.32 Παλατίῳ ἐκέλευε. καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα· πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε· δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν· οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέ4.26.33 ροις τισὶν ἐπ' αὐτὸν ἔπεμψεν. οἵπερ αὐτὸν κωκύοντά τε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλά τε πρὸς ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες. 4.27.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν ὁ Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν 4.27.2 ἔγνω. Ἀντάλας τοίνυν, ὅτι τέ οἱ τῶν ξυγκειμένων οὐδὲν