293
οὔτε τοῖς πολεμίοις πολλοῖς γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον 7.11.27 τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται. καὶ ἐπεὶ ταῦτα ἐδέδοκτο, αὐτοὶ μὲν καὶ οἱ χίλιοι παρεσκευάζοντο εἰς τὴν ἄφοδον, ὡς νύκτωρ τῆς ἀποπορείας ἀρξόμενοι, αὐτίκα δὲ τῶν τις στρατιωτῶν αὐτομολήσας λάθρα ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἔκπυστα ἐποίησε τὰ 7.11.28 πρασσόμενα. Τουτίλας τοίνυν ἄνδρας δισχιλίους ἀριστίνδην ἀπολεξάμενος νυκτὸς ἐπιλαβούσης ἐφύλασσε τὰς ὁδοὺς, ἀπὸ σταδίων Αὐξίμου τριάκοντα, οὐδενὶ 7.11.29 αἴσθησιν παρεχόμενος. οἳ ἐπεὶ παριόντας ἀμφὶ νύκτα μέσην τοὺς πολεμίους εἶδον, σπασάμενοι τὰ ξίφη ἔργου 7.11.30 εἴχοντο. καὶ αὐτῶν διακοσίους μὲν ἔκτειναν, Σαβινιανὸς δὲ καὶ Θουριμοὺθ ξὺν τοῖς λοιποῖς ἅτε ἐν σκότῳ 7.11.31 λαθεῖν τε καὶ φυγεῖν ἐς τὴν Ἀρίμινον ἴσχυσαν. τῶν μέντοι ὑποζυγίων ἁπάντων Γότθοι ἐκράτησαν, ἃ τῶν στρατιωτῶν τήν τε θεραπείαν καὶ τὰ ὅπλα καὶ τὰ ἱμάτια ἔφερεν. 7.11.32 Ἔστι δὲ πολίσματα δύο πρὸς τῇ ἀκτῇ τοῦ Ἰονίου κόλπου, Πίσαυρός τε καὶ Φανὸς, μεταξὺ τῆς τε Αὐξίμου καὶ Ἀριμίνου πόλεως κείμενα. ὧν δὴ τὰς οἰκίας τοῦδε τοῦ πολέμου κατ' ἀρχὰς Οὐίττιγις ἐμπρήσας τὰ τείχη καθεῖλεν ἄχρι ἐς ἥμισυ μάλιστα, ὅπως μὴ καταλαβόντες 7.11.33 αὐτὰ Ῥωμαῖοι πράγματα Γότθοις παρέξωσι. τούτων θάτερον, Πίσαυρον, Βελισάριος καταλαβεῖν ἔγνω· ἔδοξε γάρ οἱ ἐς ἵππων νομὰς ἐπιτηδείως τὸ χωρίον κεῖσθαι. πέμψας οὖν νύκτωρ τῶν οἱ ἐπιτηδείων τινὰς ἐς τὸ ἀκριβὲς εὖρός τε καὶ μῆκος πύλης ἑκάστης ξυνεμετρή7.11.34 σατο λάθρα. τάς τε πύλας τεκτηνάμενος καὶ σιδήρῳ περιβαλὼν εἶτά τισιν ἀκατίοις ἐνθέμενος ἔπεμψεν, ἃς δὴ ἐκέλευε τοὺς ἀμφὶ Σαβινιανόν τε καὶ Θουριμοὺθ κατὰ τάχος τοῖς τείχεσιν ἐναρμόσαντας ἐντὸς τοῦ περιβόλου μένειν, ἔν τε τῷ ἀσφαλεῖ γενομένους ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ, λίθους τε καὶ πηλὸν καὶ ἄλλο ὁτιοῦν ἐμβαλλο7.11.35 μένους. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. Τουτίλας δὲ μαθὼν τὰ πρασσόμενα στρατῷ πολλῷ ἐπ' αὐτοὺς ἦλθε. 7.11.36 καὶ ἀποπειρασάμενος χρόνον τε ἐνταῦθα διατρίψας τινὰ, ἐπεὶ ἐξελεῖν οὐχ οἷός τε ἦν, ἄπρακτος ἐν Αὐξίμῳ 7.11.37 εἰς τὸ στρατόπεδον ἀνεχώρησεν. ἐπεξῄει δὲ Ῥωμαίων ἔτι τοῖς πολεμίοις οὐδεὶς, ἀλλ' ἐντὸς τειχῶν ἕκαστοι ἔμενον. ἀλλὰ καὶ τῶν δορυφόρων τῶν αὑτοῦ δύο Βελισάριος ἐς Ῥώμην στείλας, Ἀρτασίρην τε, ἄνδρα Πέρσην, καὶ Βαρβατίωνα Θρᾷκα, ὡς ξυμφυλάξοντας Βέσσᾳ τὴν πόλιν, ὃς ἐνταῦθα ἐτύγχανεν ὢν, ἐπέστελλε 7.11.38 τοῖς πολεμίοις ὡς ἥκιστα ἐπεξιέναι. Τουτίλας δὲ καὶ ὁ Γότθων στρατὸς, ἐπεὶ οὐκ ἀξιόχρεων ἀντιτάξασθαι σφίσι τὴν Βελισαρίου δύναμιν ᾔσθοντο οὖσαν, τῶν 7.11.39 χωρίων τὰ ἐχυρώτατα ἐνοχλεῖν ἔγνωσαν. διὸ δὴ ἐν Πικηνοῖς ἀμφί τε Φίρμον καὶ Ἄσκουλον ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 7.12.1 Βελισάριος δὲ ἀμύνειν τοῖς πολιορκουμένοις οὐδαμῆ ἔχων Ἰωάννην τὸν Βιταλιανοῦ ἀνεψιὸν ἐς Βυζάντιον ἔπεμψεν, ὅρκοις αὐτὸν δεινοτάτοις καταλαβὼν, ὡς ἐπανήκειν ὅτι τάχιστα ἐν σπουδῇ θήσεται, βασιλέως δεησόμενον στρατιάν τε πολλὴν σφίσι καὶ χρήματα μεγάλα πέμψαι, καὶ μέντοι καὶ ὅπλα καὶ 7.12.2 ἵππους. οἱ γὰρ στρατιῶται ὀλίγοι λίαν ὄντες οὐδὲ αὐτοὶ μάχεσθαι ἤθελον, χρήματά τε πολλὰ φάσκοντες τὸ δημόσιον σφίσιν ὀφείλειν καὶ αὐτοὶ ἁπάντων ἐνδεεῖς 7.12.3 εἶναι. καὶ ἦν δὲ οὕτως. καὶ γράμματα ὑπὲρ τούτων βασιλεῖ ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ἀφίγμεθα «εἰς τὴν Ἰταλίαν, ὦ βασιλεῦ κράτιστε, ἀνδρῶν τε καὶ «ἵππων καὶ ὅπλων καὶ χρημάτων χωρίς. ὧν οὐδ' ἄν «τις μὴ διαρκῶς ἔχων πόλεμον, οἶμαι, διενεγκεῖν οὐ 7.12.4 «μή ποτε ἱκανὸς εἴη. Θρᾷκας μὲν γὰρ καὶ Ἰλλυριοὺς «ἐνδελεχέστατα περιελθόντες στρατιώτας ξυνήγομεν «κομιδῆ ὀλίγους οἰκτροὺς οὐδέ τι ὅπλων ἐν χερσὶν «ἔχοντας καὶ μάχης ὄντας παντάπασιν ἀμελετήτους. 7.12.5 «ὁρῶμεν δὲ καὶ τοὺς ἀπολελειμμένους ἐνταῦθα οὔτε «αὐτάρκεις ὄντας καὶ κατεπτηχότας τοὺς πολεμίους «δεδουλωμένους τε τὸ φρόνημα τῷ πρὸς