315
ἢ ἀπαξιοῦν τε καὶ ἀπαρνεῖσθαι ἀνθρώ7.25.19 «πους εἶναι. τὸ γὰρ ἐν οὐδενὶ σφάλλεσθαι χρόνῳ «θεοῦ ἂν ἴδιον γένοιτο. τούτων τοίνυν φημὶ χρῆναι «ἀφεμένους ὑμᾶς προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς ἐν «Περυσίᾳ πολεμίοις ἰέναι. ἢν γὰρ ἐκείνους ἐξελεῖν «δυνήσησθε, αὖθις ὑμῖν τὰ τῆς τύχης ἐν καλῷ κεί7.25.20 «σεται. τὸ μὲν γὰρ ξυμπεσὸν οὐδ' ἂν ὁ πᾶς αἰὼν «ἀποίητον τίθεσθαι δύναιτο, εὐτυχημάτων δὲ ἄλλων «ἐπιγινομένων τοῖς ἐπταικόσι λελωφηκέναι ξυμβαίνει «τὴν τῶν κακῶν μνήμην. ἔσται δὲ ὑμῖν ἡ Περυσίας 7.25.21 «ἐπικράτησις οὐδενὶ πόνῳ. Κυπριανὸς γὰρ ὃς τῶν «ἐνταῦθα Ῥωμαίων ἦρχε, τύχῃ τε καὶ βουλαῖς ἡμε»τέραις ἐκποδὼν γέγονε, πλῆθος δὲ ἄναρχον ἄλλως τε «καὶ τῶν ἀναγκαίων ὑποσπανίζον ἀνδραγαθίζεσθαι 7.25.22 «ἥκιστα πέφυκεν. οὐ μὴν οὐδὲ ὄπισθέν τις ἐς ἡμᾶς «κακουργήσει· τάς τε γὰρ τοῦ ποταμοῦ γεφύρας τού»του ἕνεκα καθελεῖν ἔγνωκα, ὡς μή τι πάθοιμεν ἐξ «ἐπιδρομῆς ἀπροσδόκητον, καὶ ὑπόπτους ξυμβαίνει Βε»λισάριόν τε καὶ Ἰωάννην ἀλλήλοις εἶναι, ὅπερ διὰ 7.25.23 «τῶν πεπραγμένων ὁρᾶν πάρεστι. γνῶμαι γὰρ ἀλλή»λαις μαχόμεναι διὰ τῶν ἔργων ἐλέγχονται. οὐκοῦν «οὐδέ πη ἀλλήλοις ἐπιμίγνυσθαι ἐς τόδε τοῦ χρόνου «δεδύνηνται. ἀναχαιτίζει γὰρ ἑκάτερον ἡ ἐς ἀλλήλους «ἀμφοῖν ὑποψία. οἷς δ' ἂν αὕτη ἐγγένηται, φθόνον 7.25.24 «τε καὶ ἔχθος ἐπάναγκες ξυνοικίζεσθαι. ὧν δὴ με»ταξὺ ἐπιπεσόντων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.» τοσαῦτα ὁ Τουτίλας εἰπὼν ἐπὶ Περυσίαν ἐξῆγε τὸ στράτευμα, ἐνταῦθά τε ἀφικόμενοι ἄγχιστα τοῦ περιβόλου ἐστρατοπεδεύσαντο καὶ ἐγκαθεζόμενοι ἐς πολιορκίαν καθίσταντο. 7.26.1 Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Ἰωάννῃ Ἀχεροντίδα τὸ φρούριον πολιορκοῦντι, ἐπεὶ οὐδὲν προὐχώρει, ἔννοιά τις καὶ τόλμα γέγονεν, ἣ Ῥωμαίων μὲν τὴν βουλὴν διασώσασθαι, αὐτῷ δὲ κλέος περιβαλέσθαι μέγα τε καὶ ὑπερφυὲς ἐς ἀνθρώπους 7.26.2 ἅπαντας ἴσχυσε. Τουτίλαν γὰρ καὶ τὸν Γότθων στρατὸν τειχομαχεῖν ἀκούσας ἀμφὶ τὸν Ῥώμης περίβολον, τῶν ἱππέων τοὺς δοκιμωτάτους ἀπολεξάμενος, τῶν πάντων οὐδενὶ προρρηθὲν, ἐς Καμπανοὺς, οὔτε νύκτα ἀνιεὶς οὔτε ἡμέραν, ᾔει (ἐνταῦθα γὰρ αὐτοὺς ἀπολιπὼν Τουτίλας ἔτυχεν), ὅπως ἐπιπεσὼν ἀπροσδόκητος ἀναρπάσαι τε καὶ διασώσασθαι τοὺς ἀπὸ τῆς συγκλήτου βουλῆς οἷός τε εἴη ἅτε τῶν ἐνταῦθα χωρίων ἀτει7.26.3 χίστων παντάπασιν ὄντων. ξυνηνέχθη δὲ ὑπὸ τὸν χρόνον τοῦτον Τουτίλαν δείσαντα, ὅπερ ἐγένετο, μή τις τῶν πολεμίων ἐς τοὺς αἰχμαλώτους κακουργήσων 7.26.4 ἴοι, στράτευμα ἐπὶ Καμπανίας ἱππέων στεῖλαι. οἳ δὴ ἐπεὶ ἐν Μεντούρνῃ πόλει ἐγένοντο, ἄμεινον σφίσιν ἔδοξεν εἶναι τοὺς μὲν πλείστους ἐνταῦθα ἡσυχῆ μένειν τῶν τε ἵππων ἐπιμελεῖσθαι (κόπῳ γὰρ πολλῷ ἐν ταύτῃ τῇ πορείᾳ σφίσιν ὁμιλῆσαι ξυνέβη), στεῖλαι δέ τινας τὰ ἐν Καπύῃ τε κατασκεψομένους καὶ τοῖς ταύτῃ χωρίοις. χώραν δὲ ξυμβαίνει εἶναι τὴν μεταξὺ οὐ πλέον ἢ σταδίους 7.26.5 τριακοσίους. τετρακοσίους οὖν, οὕσπερ δὴ ἵπποις τε καὶ σώμασιν ἀκραιφνέσι χρῆσθαι ξυνέτυχε, ἐπὶ κατα7.26.6 σκοπῇ ἔπεμψαν. τύχῃ τέ τινι ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὸ τὸν αὐτὸν χρόνον τόν τε ξὺν τῷ Ἰωάννῃ στρατὸν καὶ τούτους δὴ τοὺς τετρακοσίους βαρβάρους ἐν Καπύῃ γενέσθαι, οὐδετέρους τι πρότερον τῶν 7.26.7 ἐναντίων πέρι ἀκούσαντας. καὶ μάχη μὲν ἐκ τοῦ αἰφνιδίου ἰσχυρὰ γίνεται· ἅμα γὰρ τῇ ὄψει ἐς χεῖρας ἦλθον· νικῶσι δὲ κατὰ κράτος Ῥωμαῖοι καὶ τοὺς 7.26.8 πλείστους τῶν πολεμίων εὐθὺς ἔκτειναν. ὀλίγοι τε τῶν βαρβάρων τινὲς φυγεῖν ἴσχυσαν, καὶ δρόμῳ ἐχόμενοι ἐς Μεντοῦρναν ἀφίκοντο. οὕσπερ ἐπεὶ οἱ ἄλλοι εἶδον τοὺς μὲν αἵματι περιρρεομένους, τοὺς δὲ καὶ τὰ βέλη ἐν τοῖς σώμασιν ἔτι φέροντας, ἄλλους δὲ οὔτε τι φθεγγομένους οὔτε τι ἀπαγγέλλοντας τῶν ξυμπεσόντων, ἀλλ' ἔτι τῆς ὑπαγωγῆς ἐχομένους καὶ τὸ ἐν σφίσιν αὐτοῖς δέος ἐνδεικνύντας, αὐτίκα ἐς τοὺς 7.26.9 ἵππους ἀναθορόντες ξὺν αὐτοῖς ἔφευγον. καὶ παρὰ Τουτίλαν ἐλθόντες πλῆθος ἀμύθητον εἶναι τῶν πολεμίων ἐσήγγελλον, ταύτῃ δηλονότι τὴν ἐκ τῆς φυγῆς 7.26.10 αἰσχύνην ἰώμενοι. ἐτύγχανον δὲ στρατιῶται Ῥωμαῖοι οὐχ ἧσσον ἢ ἑβδομήκοντα τῶν εἰς Γότθους ηὐτομοληκότων τὸ πρότερον ἐς