124
Ἀρχέλαος μὲν τοσαῦτα εἶπε. 3.15.18 Βελισάριος δὲ ἔλεξεν ὧδε «Μηδεὶς ὑμῶν, ὦ ξυνάρ»χοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω, μηδὲ «διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, «ὁποῖοι ποτ' ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι. 3.15.19 «ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα. «προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα 3.15.20 «οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω. ἐκεῖνο δὲ «ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν «στρατιῶται δεδιέναι τε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους «ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς «πολεμία ἐπ' αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν «γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρη3.15.21 «ναίαν ἡμῖν ἐπιδεῖξαι. τούτων δὲ τοιούτων ὄντων, «ἀξυνέτων ἀνδρῶν ἡγοῦμαι εἶναι εὔχεσθαι μὲν παρὰ «τοῦ θεοῦ λαβεῖν τὰ βελτίονα, δεδομένων δὲ αὐτῶν 3.15.22 «ἀποσείεσθαί τε καὶ ἀπ' ἐναντίας ἰέναι. ἢν δὲ καὶ «πλέουσιν ἡμῖν εὐθὺ Καρχηδόνος στόλος ἀπαντήσῃ «πολέμιος, τοῖς μὲν στρατιώταις κατὰ κράτος φεύγουσι «τὸ μὴ μεμπτοῖς εἶναι λελείψεται· ἁμάρτημα γὰρ προρρη»θὲν τὴν ἀπολογίαν ἐφ' ἑαυτοῦ φέρει· ἡμῖν δὲ καὶ 3.15.23 «διασωθεῖσιν οὐδεμία συγγνώμη. πολλῶν δὲ ὄντων, «ἢν ἐν ταῖς ναυσὶ μένωμεν, δυσχερῶν, ἐκεῖνο μόνον «ἱκανῶς, οἶμαι, λελέξεται, ᾧ μάλιστα δεδίττεσθαι ἡμᾶς 3.15.24 «ἀξιοῦσι, τὸν χειμῶνα ἐπανασείοντες. ἢν γάρ τις «ἐπιπέσοι χειμὼν, ἀνάγκη ταῖς ναυσὶν, ὥσπερ φασὶ, «δυοῖν ξυμβῆναι τὸ ἕτερον, ἢ πόρρω που τῆς Λιβύης «διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς διαφθαρῆναι ταύτης. 3.15.25 «τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον «ξυνοίσει; μόνας διεφθάρθαι τὰς ναῦς, ἢ αὐτοῖς ἀν»δράσιν ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ «τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολε»μίοις κατὰ νοῦν, ὡς τὸ εἰκὸς, ἀπαλλάξομεν· τὰ γὰρ 3.15.26 «πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε· μικρὸν «δὲ ὕστερον ἤδη τῶν πολεμίων ἐν παρασκευῇ γεγονό»των ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. 3.15.27 «προσθείη δὲ ἄν τις ὡς καὶ ὑπὲρ αὐτῆς ἴσως ἀγωνιεῖ»σθαι δεήσει τῆς ἀποβάσεως, ἐκεῖνά τε ζητεῖν, ἃ νῦν «παρόντα ἡμῖν ὡς οὐκ ἀναγκαῖα ἐς βουλὴν ἔρχεται. 3.15.28 «ἢν δὲ καὶ χειμὼν τηνικαῦτα ἀγωνιζομένοις ἡμῖν ἐπι»γένηται, ὡς τὰ πολλὰ ἐν θαλάσσῃ φιλεῖ γίνεσθαι, «πρός τε τὰ κύματα καὶ τοὺς Βανδίλους διαμαχόμενοι 3.15.29 «μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα. φημὶ δὴ ἔγωγε «χρῆναι ἀποβῆναι μὲν ἡμᾶς ἐς τὴν ἤπειρον αὐτίκα δὴ «μάλα, ἵππους τε ἀποβιβάζοντας καὶ ὅπλα καὶ εἴ τι «ἄλλο ἐς τὴν χρείαν ἡμῖν ἀναγκαῖον εἶναι οἰόμεθα, «τάφρον δὲ κατὰ τάχος ὀρύξαι καὶ χαράκωμα περιβα»λεῖν οὐδέν τι ἧσσον ὅτου τις ἂν εἴποι τείχους εἰς «ἀσφάλειαν ἡμῖν συντελέσαι δυνάμενον, ἐκεῖθεν δὲ «ὁρμωμένους τὸν πόλεμον, ἤν τις ἐπίοι, διενεγκεῖν. 3.15.30 «ἐπιλείψει δὲ ἡμᾶς ἄνδρας ἀγαθοὺς γινομένους τῶν «ἐπιτηδείων οὐδέν. τοῖς γὰρ κρατοῦσι τῶν πολεμίων «τὸ κυρίοις εἶναι τῶν ἐκείνοις προσηκόντων ξυμβαίνει, «καὶ ἡ νίκη πάντα περιβαλομένη τὰ χρήματα, ἔνθα «ἂν κλίνῃ, κατατίθεσθαι πέφυκεν. ὥστε ὑμῖν ἥ τε «σωτηρία καὶ ἡ τῶν ἀγαθῶν περιουσία ἐν ταῖς χερσὶ «κεῖται.» 3.15.31 Ταῦτα Βελισαρίου εἰπόντος ξυνέφασάν τε καὶ ἀπεδέξαντο ἅπας ὁ ξύλλογος καὶ διαλυθέντες ὡς τάχιστα τὴν ἀπόβασιν ἐποιήσαντο τρισὶ μάλιστα μησὶν ὕστερον 3.15.32 ἢ αὐτοῖς ἐκ Βυζαντίου ὁ ἀπόπλους ἐγένετο. καὶ δείξας τι χωρίον ἐπὶ τῆς ἠιόνος ὁ στρατηγὸς τοῖς τε στρατιώταις καὶ ναύταις ἐκέλευε τήν τε τάφρον ὀρύσ3.15.33 σειν καὶ τὸ χαράκωμα περιβάλλεσθαι. οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἅτε δὲ ὄχλου πολλοῦ ἐργαζομένου καὶ τοῦ φόβου τὴν προθυμίαν ἐγείροντος καὶ τοῦ στρατηγοῦ ἐγκελευομένου, αὐτῇ τῇ ἡμέρᾳ ἥ τε τάφρος ὀρώρυκτο καὶ τὸ χαράκωμα ξυντετέλεστο καὶ οἱ σκόλοπες κύκλῳ 3.15.34 πανταχόθεν ξυνεπεπήχατο. ἔνθα δὴ καί τι τοῖς τὴν τάφρον ὀρύσσουσι τετύχηκε θαυμάσιον ἡλίκον. ὕδατος πολύ τι χρῆμα ἡ γῆ ἀνῆκεν, οὐ γεγονὸς τοῦτο ἐν Βυζακίῳ πρότερον, ἄλλως τε καὶ τοῦ χωρίου ἀνύδρου 3.15.35 ὄντος. τοῦτο δὴ τὸ ὕδωρ ἐς πᾶσαν χρείαν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπήρκεσε. καὶ συνηδόμενος τῷ στρατηγῷ