234
στράτευμα ἡμῖν ἀριθμοῦ «κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε «καὶ στόλος, ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη, τήν «τε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ 6.3.31 «πλεῖστα καλύπτει. ὀλίγων τε ἡμερῶν ξὺν πᾶσι τοῖς «ἐπιτηδείοις παρ' ἡμᾶς ἥξουσι, τήν τε ἀπορίαν ἡμῖν «διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων 6.3.32 «στρατόπεδα καταχώσοντες. ἐλογισάμην οὖν ἐς τὴν «ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέ»σθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου «πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος «τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκα «τε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προ»νοήσω.» 6.4.1 Τούτοις μὲν Ῥωμαίων τὸν δῆμον παραθρασύνας Βελισάριος ἀπεπέμψατο, Προκόπιον δὲ, ὃς τάδε ξυνέγραψεν, αὐτίκα ἐς Νεάπολιν ἐκέλευεν ἰέναι. φήμη γάρ τις περιήγγελλεν ὡς στράτευμα ἐνταῦθα βασιλεὺς 6.4.2 πέμψειε. καί οἱ ἐπέστελλε ναῦς τε ὅτι πλείστας σίτου ἐμπλήσασθαι καὶ στρατιώτας ἀγεῖραι ἅπαντας, ὅσους ἐν τῷ παρόντι ἐκ Βυζαντίου ἥκειν τετύχηκεν, ἢ ἵππων φυλακῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἐνταῦθα λελεῖφθαι, οἵους δὴ πολλοὺς ἐς τὰ ἐν Καμπανίᾳ χωρία ἠκηκόει ἰέναι, τινὰς δὲ καὶ τῶν ταύτῃ φρουρῶν ἀφελέσθαι, ἥξειν τε ξὺν αὐτοῖς τὸν σῖτον παρακομίζοντι ἐς 6.4.3 Ὀστίαν, ὅθι τὸ Ῥωμαίων ἐπίνειον. καὶ ὁ μὲν ξὺν τῷ Μουνδίλᾳ τῷ δορυφόρῳ καὶ ὀλίγοις ἱππεῦσι διὰ πύλης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, νύκτωρ διῆλθε, λαθὼν τὸ τῶν πολεμίων στρατόπεδον, 6.4.4 ὅπερ ἄγχιστα ὁδοῦ τῆς Ἀππίας ἐφύλασσεν. ἐπειδή τε ἐς Ῥώμην οἱ ἀμφὶ Μουνδίλαν ἐπανήκοντες ἀφῖχθαι ἤδη Προκόπιον ἐς Καμπανίαν οὐδενὶ ἐντυχόντα τῶν βαρβάρων ἀπήγγελλον, νύκτωρ γὰρ οὔποτε τοὺς πολεμίους ἔξω τοῦ στρατοπέδου πορεύεσθαι, εὐέλπιδες μὲν γεγένηνται πάντες, Βελισάριος δὲ θαρσήσας ἤδη 6.4.5 ἐπενόει τάδε· τῶν ἱππέων πολλοὺς ἐς τὰ πλησίον ἐξέπεμπεν ὀχυρώματα, ἐπιστείλας, ἤν τινες τῶν πολεμίων ταύτῃ ἴωσιν, ἐφ' ᾧ τὰ ἐπιτήδεια ἐς τὰ στρατόπεδα ἐσκομίσονται, ἔνθεν αὐτοῖς ἐπεκδρομάς τε καὶ ἐνέδρας πανταχόθι τῶν τῇδε χωρίων ἀεὶ ποιουμένους μὴ ἐπιτρέπειν, ἀλλὰ παντὶ σθένει ἀπείργειν, ὅπως ἥ τε πόλις ἐλασσόνως ἢ πρότερον τῇ ἀπορίᾳ πιέζοιτο καὶ οἱ βάρβαροι πολιορκεῖσθαι μᾶλλον ἢ αὐτοὶ πολιορ6.4.6 κεῖν Ῥωμαίους δόξειαν. Μαρτῖνον μὲν οὖν καὶ Τραϊανὸν ξὺν χιλίοις ἐς Ταρακίναν ἐκέλευσεν ἰέναι. οἷς δὴ καὶ Ἀντωνίναν τὴν γυναῖκα ξυνέπεμψεν, ἐντειλάμενος ἔς τε Νεάπολιν αὐτὴν στέλλεσθαι ξὺν ὀλίγοις τισὶ καὶ τύχην ἐκ τοῦ ἀσφαλοῦς τὴν σφίσι ξυμβησο6.4.7 μένην καραδοκεῖν. Μάγνον δὲ καὶ Σινθούην τὸν δορυφόρον πεντακοσίους μάλιστα ἐπαγομένους ἐς Τίβουριν τὸ φρούριον ἔπεμψε, σταδίους τεσσαράκοντα 6.4.8 καὶ ἑκατὸν Ῥώμης διέχον. ἐς μέντοι τὸ Ἀλβανῶν πόλισμα, σταδίους μὲν τοσούτους ἀπέχον, ἐν δὲ τῇ Ἀππίᾳ ὁδῷ κείμενον, πρότερον ἤδη Γόνθαριν ξὺν Ἐρούλοις τισὶ πέμψας ἔτυχεν, οὓς δὴ οἱ Γότθοι βιασάμενοι ἐξήλασαν ἐνθένδε οὐ πολλῷ ὕστερον. 6.4.9 Ἔστι δέ τις νεὼς Παύλου τοῦ ἀποστόλου, Ῥώμης τοῦ περιβόλου τεσσαρεσκαίδεκα σταδίους ἀπέχων. ὅ τε ποταμὸς αὐτὸν παραρρεῖ Τίβερις. ἐνταῦθα ὀχύρωμα μὲν οὐδαμῆ ἐστι, στοὰ δέ τις ἄχρι ἐς τὸν νεὼν διήκουσα ἐκ τῆς πόλεως, ἄλλαι τε πολλαὶ οἰκοδομίαι ἀμφ' αὐτὸν οὖσαι οὐκ εὐέφοδον ποιοῦσι τὸν χῶρον. 6.4.10 ἔστι δέ τις καὶ αἰδὼς πρὸς ταῦτα δὴ τὰ ἱερὰ τοῖς Γότθοις. ἐς οὐδέτερον γοῦν τοῖν ἀποστόλοιν νεὼν παρὰ πάντα τὸν τοῦ πολέμου καιρὸν ἄχαρί τι πρὸς αὐτῶν γέγονεν, ἀλλὰ πάντα τῇδε τοῖς ἱερεῦσιν, ᾗπερ 6.4.11 εἰώθει, ἐξοσιοῦσθαι ξυμβέβηκεν. ἐν τούτῳ δὲ τῷ χωρίῳ Βαλεριανὸν, τοὺς Οὔννους ἅπαντας ἀπαγαγόντα, χαράκωμα παρὰ τοῦ Τιβέριδος τὴν ὄχθην ἐκέλευε ποιεῖσθαι, ὅπως ἂν αὐτοῖς τε ἀδεέστερον οἱ ἵπποι τρέφοιντο καὶ οἱ Γότθοι μᾶλλον ἔτι ἀναστέλλοιντο τοῦ κατ' ἐξουσίαν ὡς ἀπωτάτω τῶν στρατοπέδων τῶν σφε6.4.12 τέρων ἰέναι. ὁ δὲ κατὰ ταῦτα ἐποίει. ἐπειδή τε οἱ Οὖννοι ἐνταῦθα ἐστρατοπεδεύσαντο, οὗπερ ὁ στρατη6.4.13 γὸς ἐνετέλλετο, ἐς τὴν πόλιν ἀπήλαυνε. ταῦτα μὲν οὖν Βελισάριος διαπεπραγμένος ἡσύχαζε, μάχης μὲν οὐκ ἄρχων, ἐκ δὲ τοῦ