272
νόμενοι, ἐφ' ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρξουσιν. ὅπερ Βελισάριος ὡς ἤκουσε, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκίᾳ τῇ αὐτοῦ ἐφεστῶτα. 6.28.9 Πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε «Ἔπεμψαν ἡμᾶς οἱ «Γερμανῶν ἄρχοντες, δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς «Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν «δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ 6.28.10 «ἔχοντες. τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων «οὐχ ἧσσον ἢ ἐς μυριάδας πεντήκοντα ἤδη που τὰς «Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι «τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ 6.28.11 «καταχώσειν αὐχοῦμεν. ὑμᾶς δὲ οὐ τῶν δουλωσομέ»νων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, ἀλλὰ τῶν ἐς κίνδυνον 6.28.12 «πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων. ἄλλως «τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελεί»ψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν «ἐς χεῖρας ἰέναι, ἀλλ' αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησό6.28.13 «μεθα τὸ τοῦ πολέμου κράτος. ἢν δέ γε ξὺν Ῥω»μαίοις τετάξονται Γότθοι, οὐδ' ὣς τῷ τῶν Φράγγων «ἔθνει ἀνθέξουσιν (οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως «ὁ ἀγὼν ἔσται), ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάν6.28.14 «των πολεμιωτάτοις ἡσσῆσθαι. ἐς προὖπτον δὲ κακὸν «ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. «ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέ6.28.15 «στηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν. ἡμεῖς «μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας «ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα, ὅπη ἂν δοκῇ «ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς «ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ.» Φράγγοι μὲν το6.28.16 σαῦτα εἶπον. παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε «Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως «στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ᾧπερ οὗτοι «δεδίττεσθαι ὑμᾶς ἀξιοῦσι, τί ἄν τις ἐν ὑμῖν μακρο»λογοίη, οἷς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπί»στασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει, καὶ ὡς «ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι; 6.28.17 «ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ «πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. «τὸ δὲ δὴ τούτων πιστὸν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς «πάντας βαρβάρους, μετά γε Θορίγγους καὶ τὸ Βουρ»γουζιώνων ἔθνος, καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ 6.28.18 «τῶν ἀνδρῶν ἐπιδέδεικται. ὡς ἡμεῖς γε ἡδέως ἂν «Φράγγους ἐροίμεθα τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι «θεὸν τὸ τῆς πίστεως ὑμῖν ἐχυρὸν ἰσχυρίζονται δώσειν. 6.28.19 «τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι «τρόπον ἐπίστασθε δή που· οἵ γε χρήματα μὲν το»σαῦτα τὸ πλῆθος, Γαλλίας δὲ ὅλας παρ' ὑμῶν ἐπὶ «ξυμμαχίᾳ κεκομισμένοι οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου «συνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ ὅπλα οὕτως «ἀνέδην καθ' ὑμῶν εἵλοντο, εἴ τις ἐν ὑμῖν τῶν πρὸς 6.28.20 «τῷ Πάδῳ ξυμπεπτωκότων διασώζεται λόγος. καὶ τί «δεῖ τὰ φθάσαντα λέγοντας ἐλέγχειν τὸ τῶν Φράγγων «ἀσέβημα; τῆς παρούσης αὐτῶν πρεσβείας οὐδὲν ἂν 6.28.21 «γένοιτο μιαρώτερον. ὥσπερ γὰρ ἐπιλελησμένοι τῶν «σφίσιν αὐτοῖς ὡμολογημένων τε καὶ ταῖς ξυν»θήκαις ὀμωμοσμένων κοινωνεῖν τῶν πάντων ὑμῖν 6.28.22 «ἀξιοῦσιν. ἢν δὲ καὶ τούτου παρ' ὑμῶν τύχωσιν, εἰς «τί ποτε αὐτοῖς τελευτήσει τὸ τῶν χρημάτων ἀκόρεστον «σκοπεῖσθαι προσήκει.» 6.28.23 Τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάς τε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις. καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐπεκηρυκεύοντο ἤδη, Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκο6.28.24 μίζεσθαι. καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπως τε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσι καὶ τὰς ξυνθήκας ποιήσονται ᾗ αὐτὸς βού6.28.25 λεται. καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι