224
τὰ ὅμοια τοὺς πολεμίους ἐργά5.27.14 σονται, ταὐτὰ ἔδρασε. τρεῖς τε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν. 5.27.15 Οὐίττιγις δὲ (οὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτης) ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ 5.27.16 ἐπ' αὐτοὺς τὴν ἔφοδον ποιοίη. ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστά τε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν 5.27.17 ἐπιδείξασθαι. καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ' ὅσον ἔξω βελῶν, 5.27.18 ἵσταντο. Βελισάριος δὲ ἄνδρας τε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν 5.27.19 ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν. οἱ δὲ κύκλωσίν τε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσί τε συχνοὺς καὶ τοὺς λοιποὺς βιασά5.27.20 μενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν. ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον 5.27.21 στρατόπεδον ἀνεχώρησαν. οὓς δὴ ὁ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπι5.27.22 δείξασθαι ἀρετῆς ἄξια. οὓς ἐπειδὴ Βελισάριος ἐγγυτέρω ἥκοντας εἶδε, πεντακοσίους τε καὶ χιλίους καὶ ἄρχοντας Μαρτῖνόν τε καὶ Βαλεριανὸν ἐπ' αὐτοὺς 5.27.23 ἔστελλεν. ἱππομαχίας τε ἐκ τοῦ εὐθέος γεγενημένης, τῷ πλήθει Ῥωμαῖοι παρὰ πολὺ ὑπεραίροντες τῶν πολεμίων, τρέπουσί τε αὐτοὺς οὐδενὶ πόνῳ καὶ σχεδόν τι ἅπαντας διαφθείρουσι. 5.27.24 Καὶ τοῖς μὲν πολεμίοις δεινόν τε καὶ τύχης ἐναντίωμα παντάπασιν ἐδόκει εἶναι, εἰ πολλοί τε ὄντες πρὸς ὀλίγων πολεμίων ἐπιόντων σφίσιν ἡσσῶνται καὶ κατ' ὀλίγους αὖθις ἰόντες ἐπ' αὐτοὺς διαφθείρονται. 5.27.25 Βελισάριον δὲ δημοσίᾳ μὲν τῆς ξυνέσεως Ῥωμαῖοι ἐπῄνουν, ἐν θαύματι αὐτὴν, ὡς τὸ εἰκὸς, μεγάλῳ ποιούμενοι, ἰδίᾳ δὲ αὐτὸν ἠρώτων οἱ ἐπιτήδειοι ὅτῳ ποτὲ τεκμαιρόμενος ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ τοὺς πολεμίους οὕτως ἡσσημένος διέφυγεν, εὔελπις ἐγεγόνει τῷ πο5.27.26 λέμῳ κατὰ κράτος αὐτῶν περιέσεσθαι. καὶ αὐτὸς ἔλεγεν ὡς αὐτοῖς κατ' ἀρχὰς ξὺν ὀλίγοις τισὶν ἐς χεῖρας ἐλθὼν κατενόησεν ὅτι ποτὲ τὸ διαφέρον ἐν ἑκατέρᾳ στρατιᾷ εἴη, ὥστε ἢν κατὰ λόγον τῆς δυνάμεως τὰς ξυμβολὰς ποιοίη, οὐδὲν ἂν τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ 5.27.27 τὸ τῶν πολεμίων λυμήνασθαι πλῆθος. διαφέρειν δὲ, ὅτι Ῥωμαῖοι μὲν σχεδόν τι ἅπαντες καὶ οἱ ξύμμαχοι Οὖννοι ἱπποτοξόται εἰσὶν ἀγαθοὶ, Γότθων δὲ τὸ ἔργον τοῦτο οὐδενὶ ἤσκηται, ἀλλ' οἱ μὲν ἱππεῖς αὐτοῖς μόνοις δορατίοις τε καὶ ξίφεσιν εἰώθασι χρῆσθαι, οἱ δὲ τοξόται, πεζοί τε ὄντες καὶ πρὸς τῶν ὁπλιτῶν καλυπτό5.27.28 μενοι, ἐς μάχην καθίστανται. οἵ τε οὖν ἱππεῖς, ἢν μὴ ἐκ χειρὸς ἡ ξυμβολὴ εἴη, οὐκ ἔχοντες καθ' ὅ τι ἀμυνοῦνται πρὸς τῶν ἐναντίων τοξεύμασι χρωμένων, εὐπετῶς ἂν βαλλόμενοι διαφθείρονται, καὶ οἱ πεζοὶ κατ' ἀνδρῶν ἱππέων ἐπεκδρομὰς ποιεῖσθαι οὐκ ἄν 5.27.29 ποτε ἱκανοὶ εἶεν. διὰ ταῦτα μὲν Βελισάριος ἰσχυρίζετο τοὺς βαρβάρους ἐν ταύταις δὴ ταῖς ξυμβολαῖς πρὸς Ῥωμαίων ἡσσῆσθαι. Γότθοι δὲ τῶν σφίσι ξυμβεβηκότων τὸ παράλογον ἐν νῷ ἔχοντες οὔτε κατ' ὀλίγους τὸ λοιπὸν ἐπὶ τὸν Ῥώμης περίβολον ἐχώρουν οὔτε τοὺς πολεμίους ἐνοχλοῦντας ἐδίωκον, πλήν γε δὴ ὅσον ἐκ τῶν χαρακωμάτων ἀπώσασθαι. 5.28.1 Ὕστερον δὲ Ῥωμαῖοι μὲν ἅπαντες, ἐπαρθέντες τοῖς φθάσασιν εὐτυχήμασι, παντί τε τῷ Γότθων στρατεύματι ὤργων διὰ μάχης ἰέναι καὶ πολεμητέα εἶναι 5.28.2 ἐκ τοῦ ἐμφανοῦς σφίσιν ᾤοντο. Βελισάριος δὲ, πάμπολυ ἔτι εἶναι τὸ διαφέρον ἐν ἀμφοτέροις οἰόμενος, ὤκνει τε ἀεὶ τῷ παντὶ διακινδυνεύειν στρατεύματι καὶ τὰς ἐπεκδρομὰς ἐσπούδαζέ τε ἔτι μᾶλλον καὶ