283
ξυμβέβηκε. τοσαῦτα ὑπειπὼν κἀκεῖνο ὑμᾶς «ὑπομνῆσαι οὐκ ἄπο τρόπου οἴομαι εἶναι, ὡς ἡνίκα «μὲν ξὺν Ἰλδιβάδῳ ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωτε, τὸ «μὲν πλῆθος ὑμῖν οὐ πλέον ἢ ἐς χιλίους ξυμβιοῦν «ἔτυχεν, ἡ δὲ χώρα περιίστατο ξύμπασα ἐς Τικινὸν 7.4.13 «πόλιν. ἐπεὶ δὲ τῇ ξυμβολῇ γεγόνατε κρείσσους, «ἐπίπροσθεν ἡμῖν τά τε τῆς στρατιᾶς καὶ τῆς χώρας «κεχώρηκεν. ὥστε ἢν καὶ νῦν ἀνδραγαθίζεσθαι ᾖ «βουλομένοις ὑμῖν, προϊόντος, ὡς τὸ εἰκὸς, τοῦ πολέμου 7.4.14 «πάμπαν κρατήσειν τῶν ἐναντίων ἐλπίδα ἔχω. τοῖς «γὰρ νενικηκόσιν ἀεὶ τὸ πλείοσί τε καὶ δυνατωτέροις «γεγονέναι ξυμβαίνει. προθυμείσθω τοίνυν ὑμῶν ἕκα»στος παντὶ σθένει τοῖς πολεμίοις ὁμόσε χωρεῖν τὴν «μάχην ἐξεπιστάμενος τὴν νῦν οὐκ εὐδοκιμηκόσιν ἡμῖν 7.4.15 «ἀναμάχεσθαι πρὸς τοὺς ἐναντίους ἀμήχανον. ἄξιον «δὲ ἡμᾶς μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς πολεμίοις ἐς «χεῖρας ἰέναι, τῇ τῶν ἀνδρῶν ἀδικίᾳ θαρροῦντας. 7.4.16 «οὕτω γὰρ αὐτοῖς τὰ ἐς τοὺς κατηκόους βεβίωται ὥστε «Ἰταλιώταις τανῦν τῆς τετολμημένης οὐ δέον αὐτοῖς «ἐς Γότθους προδοσίας κολάσεως οὐδεμιᾶς ἑτέρας «προσδεῖ· οὕτω ξυλλήβδην εἰπεῖν ξύμπαντα αὐτοῖς τὰ 7.4.17 «κακὰ πρὸς τῶν ὑποδεχθέντων γενέσθαι ξυνέβη. τί «δ' ἂν πολεμίων εὐαλωτότερον γένοιτο οἷς γε τὰ ἐκ «θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει; καὶ μὴν καὶ «τῷ ἐξ ἡμῶν ἐς αὐτοὺς δέει εὐέλπιδας ἂν ἡμᾶς ἐς 7.4.18 «τὸν ἀγῶνα γίνεσθαι πρέποι. οὐ γὰρ ἐπ' ἄλλους «τινὰς ἀνθρώπων χωροῦμεν ἢ ὅσοι ἔναγχος ἐν μέσῃ «Βερώνῃ γενόμενοι μεθέντες τε οὐδενὶ λόγῳ, καίπερ «διώκοντος τῶν πάντων αὐτοὺς οὐδενὸς, οὕτω δὴ «αἰσχρῶς ἐς φυγὴν ὥρμηντο.» 7.4.19 Τοσαῦτα ὁ Τουτίλας παρακελευσάμενος τῶν οἱ ἑπομένων τριακοσίους ἐκέλευεν, ὅσον ἀπὸ σταδίων εἴκοσι τὸν ποταμὸν διαβαίνοντας, κατόπισθεν τοῦ τῶν πολεμίων στρατοπέδου γενέσθαι, καὶ ἐπειδὰν ἡ μάχη ἐν χερσὶ γένηται, κατὰ νώτου αὐτῶν ἰόντας βάλλειν τε καὶ ἐνοχλεῖν δυνάμει τῇ πάσῃ, ὅπως ἐκεῖνοι ξυνταραχθέντες 7.4.20 οὐδεμιᾶς ἀλκῆς μνήσονται. αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ αὐτίκα τὸν ποταμὸν διαβὰς εὐθὺ τῶν ἐναντίων 7.4.21 ἐχώρει· οἱ δὲ Ῥωμαῖοι εὐθὺς ὑπηντίαζον. ἐπειδή τε ἀμφότεροι ὁδῷ ἰόντες ἐγγυτέρω ἀλλήλων ἐγένοντο, Γότθος ἀνὴρ, Οὐάλαρις ὄνομα, μέγας τε τὸ σῶμα καὶ τὸ εἶδος φοβερὸς ἄγαν, ἔτι μέντοι δραστήριός τε καὶ ἀγαθὸς τὰ πολέμια, τὸν ἵππον ἐξελάσας πρὸ τοῦ ἄλλου στρατοῦ ἐν μεταιχμίῳ ἔστη, τεθωρακισμένος τε καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, καὶ Ῥωμαίους ἅπαντας 7.4.22 προὐκαλεῖτο, εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι. οἱ μὲν οὖν ἄλλοι κατωρρωδηκότες ἡσυχῆ ἔμενον, Ἀρτα7.4.23 βάζης δὲ αὐτῷ ἐς ἀγῶνα κατέστη μόνος. ἄμφω τοίνυν τὼ ἵππω κατ' ἀλλήλοιν ἐλάσαντε, ἐπειδὴ ἄγχιστα ἵκοντο, τὰ δόρατα ὤθουν, Ἀρταβάζης δὲ προτερήσας ἔφθασε 7.4.24 τὸν Οὐάλαριν ἐς πλευρὰν τὴν δεξιὰν παίσας. ὁ δὲ βάρβαρος καιρίαν τυπεὶς ὕπτιος ἐς τὴν γῆν πεσεῖν ἔμελλεν, ἀλλά οἱ τὸ δόρυ ἐξόπισθεν ἐπὶ τὸ ἔδαφος ἐπὶ πέτρας τινὸς ἐρεισθὲν πεσεῖν αὐτὸν οὐδαμῆ εἴα. 7.4.25 ὁ δὲ Ἀρταβάζης ἐνέκειτο ἔτι μᾶλλον τὸ δόρυ ἐς τὰ τοῦ ἀνδρὸς ὠθῶν ἔγκατα. οὔπω γὰρ αὐτὸν ἤδη ἁλῶ7.4.26 ναι καιρίᾳ πληγῇ ὑπετόπαζεν. οὕτω τε ξυνέβη Οὐαλάριδος τὸ τοῦ δόρατος ἄκρον σιδήριον σχεδόν τι ὀρθὸν γεγενημένον τοῦ Ἀρταβάζου θώρακος ἅπτεσθαι, κατὰ βραχύ τε προϊὸν διελθεῖν μὲν τὸν θώρακα ὅλον, ὀλισθῆσαν δὲ τοῦ δέρματος ἀμφὶ τὸν Ἀρταβάζου 7.4.27 αὐχένα ψαῦσαι. τύχῃ τέ τινι ἀρτηρίαν ἐνταῦθά πη οὖσαν ἐπίπροσθεν ἰὼν ὁ σίδηρος τέμνει, καὶ ῥύσις 7.4.28 αὐτίκα πολλοῦ αἵματος ἦν. αἴσθησις δὲ ὀδύνης οὐδεμία τῷ ἀνθρώπῳ ἐγίνετο, ἀλλ' αὐτὸς μὲν ἐς τὸ Ῥωμαίων στράτευμα τὸν ἵππον ἀπήλαυνεν, Οὐάλαρις δὲ 7.4.29 νεκρὸς αὐτοῦ ἔπεσε. καὶ Ἀρταβάζης δὲ, τοῦ αἵματος οὐκέτι λωφήσαντος, τρίτῃ ὕστερον ἡμέρᾳ ἐξ ἀνθρώπων ἠφάνιστο, Ῥωμαίοις τε κατέσεισε τὴν πᾶσαν ἐλπίδα, ἐπεὶ καὶ τότε ἀπόμαχος ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενος οὐκ ἐπὶ μικροῖς τὰ πράγματα αὐτὸς ἔσφηλεν. 7.4.30 ὁ μὲν γὰρ ἔξω βελῶν γεγονὼς τοῦ τραύματος ἐπεμε7.4.31 λεῖτο, τὰ δὲ στρατεύματα ἄμφω ἐς χεῖρας ἦλθον. καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς οἱ τριακόσιοι βάρβαροι κατόπισθεν τοῦ Ῥωμαίων στρατοῦ ὁδῷ ἰόντες ἐκ