195
ὀλίγους ἀποκεκρίσθαι, ἐς βασιλέα δὲ, ὀλίγων οἱ στρατιωτῶν ἀπολουμένων, τὸ 5.9.7 τοῦ πολέμου ἀφίξεσθαι κράτος. καὶ διὰ τοῦτο Θευδάτῳ λέγουσιν οὐδεμίαν ὁρμὴν ἐπιπεσεῖν ἐς ἀγῶνα Βελισαρίῳ καθίστασθαι. περὶ μὲν οὖν τούτων λεγέτω ἕκαστος ὥς πη ἐς αὐτὰ πίστεώς τε καὶ ἀπιστίας ἔχει. 5.9.8 Βελισάριος δὲ Νεαπολίτας κατὰ γῆν τε καὶ θάλατταν πολιορκῶν ἤσχαλλεν. οὐ γάρ οἱ οὐδὲ προσχωρήσειν ποτὲ αὐτοὺς ᾤετο, οὐ μὴν οὐδὲ ἁλώσεσθαι ἤλπιζεν, ἐπεὶ τοῦ χωρίου τὴν δυσκολίαν ἀντιστατοῦσαν ὡς 5.9.9 μάλιστα εἶχε. καὶ ὁ χρόνος αὐτὸν, τριβόμενος ἐνταῦθα, ἠνία λογιζόμενον ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτον 5.9.10 τε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι. ἤδη δὲ καὶ τῷ στρατῷ ἐπήγγειλε συσκευάζεσθαι, μέλλων ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. καί οἱ ἐπὶ πλεῖστον ἀπορου5.9.11 μένῳ εὐτυχίᾳ τοιᾷδε ξυνηνέχθη χρῆσθαι. τῶν τινα Ἰσαύρων ἐπιθυμία ἔσχε τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν θεάσασθαι, καὶ ὅντινα τρόπον τῇ πόλει τὴν τοῦ ὕδα5.9.12 τος χρείαν παρείχετο. ἐσβάς τε τῆς πόλεως ἄποθεν, ὅθεν αὐτὸν διέρρηξε Βελισάριος, ἐβάδιζε πόνῳ οὐδενὶ, ἐπεὶ τὸ ὕδωρ αὐτὸν ἅτε διερρωγότα ἐπελελοίπει. 5.9.13 ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένετο, πέτρᾳ μεγάλῃ ἐνέτυχεν, οὐκ ἀνθρώπων χερσὶν ἐνταῦθα, ἀλλὰ πρὸς 5.9.14 τῆς φύσεως τοῦ χωρίου ἀποτεθείσῃ. ταύτῃ τῇ πέτρᾳ οἱ τὸν ὀχετὸν δειμάμενοι πάλαι τὴν οἰκοδομίαν ἐνάψαντες διώρυχα ἐνθένδε ἐποίουν, οὐκ ἐς δίοδον μέντοι ἀνθρώπου ἱκανῶς ἔχουσαν, ἀλλ' ὅσον τῷ ὕδατι τὴν 5.9.15 πορείαν παρέχεσθαι. καὶ διὰ τοῦτο ξυνέβαινεν οὐκ εὖρος τὸ αὐτὸ πανταχόσε τοῦ ὀχετοῦ εἶναι, ἀλλὰ στενοχωρία ἐν τῇ πέτρᾳ ἐκείνῃ ὑπηντίαζεν, ἀνθρώπῳ, ἄλλως τε καὶ τεθωρακισμένῳ ἢ ἀσπίδα φέροντι, ἀπό5.9.16 ρευτος οὖσα. ταῦτα τῷ Ἰσαύρῳ κατανοήσαντι οὐκ ἀμήχανα ἔδοξεν εἶναι τῷ στρατῷ ἐς τὴν πόλιν ἰέναι, ἢν ὀλίγῳ μέτρῳ τὴν ἐκείνῃ διώρυχα εὐρυτέραν ποιή5.9.17 σωνται. ἅτε δὲ αὐτὸς ἀφανής τε ὢν καὶ τῶν ἡγεμόνων οὐδενὶ πώποτε ἐς λόγους ἥκων τὸ πρᾶγμα ἐς Παύκαριν ἤνεγκεν, ἄνδρα Ἴσαυρον, ἐν τοῖς Βελισαρίου ὑπασπισταῖς εὐδοκιμοῦντα. ὁ μὲν οὖν Παύκαρις τὸν 5.9.18 πάντα λόγον αὐτίκα τῷ στρατηγῷ ἤγγειλε. Βελισάριος δὲ τῇ τοῦ λόγου ἡδονῇ ἀναπνεύσας καὶ χρήμασι μεγάλοις τὸν ἄνθρωπον δωρήσεσθαι ὑποσχόμενος ἐς τὴν πρᾶξιν ἦγε, καὶ αὐτὸν ἐκέλευεν Ἰσαύρων τινὰς ἑταιρισάμενον ἐκτομὴν ὡς τάχιστα τῆς πέτρας ποιεῖσθαι, φυλασσόμενον ὅπως τοῦ ἔργου μηδενὶ αἴσθησιν δώ5.9.19 σουσι. Παύκαρις δὲ, Ἰσαύρους ἀπολεξάμενος πρὸς τὸ ἔργον ἐπιτηδείως πάντη ἔχοντας, ἐντὸς τοῦ ὀχε5.9.20 τοῦ σὺν αὐτοῖς λάθρα ἐγένετο. ἔς τε τὸν χῶρον ἐλθόντες, ἵνα δὴ τὴν στενοχωρίαν ἡ πέτρα ἐποίει, ἔργου εἴχοντο, οὐκ ἀξίναις τὴν πέτραν οὐδὲ πελέκεσι τέμνοντες, ὅπως μὴ ἔνδηλα τῷ κτύπῳ τοῖς πολεμίοις ποιήσωσι τὰ πρασσόμενα, ἀλλὰ σιδηρίοις τισὶν ὀξέσιν 5.9.21 αὐτὴν ἐνδελεχέστατα ξέοντες. καὶ χρόνῳ ὀλίγῳ κατείργαστο, ὥστε ἀνθρώπῳ δυνατὰ εἶναι θώρακά τε ἀμπεχομένῳ καὶ ἀσπίδα φέροντι ταύτῃ ἰέναι. 5.9.22 Ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη, τοῖς τε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει 5.9.23 πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε. Στέφανόν τε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε «Πολλάκις εἶδον «πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ 5.9.24 «ἔμπειρος. τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν «ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι «κτείνειν, ἀλλ' ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστά 5.9.25 «τε καὶ ἐλέου πολλοῦ ἄξια. παῖδας δὲ οὔτε τροφῆς «οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, «καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ 5.9.26 «τὸ τῶν πατέρων αἷμα τεθέανται. ἐῶ γὰρ, ὦ φίλε «Στέφανε, λέγειν τὸ πῦρ, ᾧ τά τε ἄλλα χρήματα καὶ «τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν «τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις «πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆς τε καὶ ὑμῶν ἐς 5.9.27 «οἶκτον ἥκω. μηχαναὶ γάρ μοι πεποίηνται νῦν ἐς «αὐτὴν, ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον. πόλιν δὲ ἀρ»χαίαν καὶ οἰκήτορας Χριστιανούς