133
πρέσβεις αὐτῶν ἔχρῃζον. γέρων δέ τις ἀνὴρ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει πολλήν τινα ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν οὐδαμῆ ἔφη. τῶν γὰρ ἀνθρωπείων οὐδ' ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοῦς ἵστασθαι, ἀλλ' εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶνα βέβαιον μὲν τῶν ὄντων οὐδὲν, τῶν δὲ οὐκ ὄντων οὐδὲν ἀμήχανον. 3.22.11 ταῦτα ὁ Γιζέριχος ἀκούσας ἐπῄνεσέ τε καὶ τοὺς πρέσβεις ἀπράκτους ἀποπέμπεσθαι ἔγνω. τότε μὲν οὖν αὐτός τε καὶ ὁ παραινέσας ἅτε τὰ ἀμήχανα προορώμενοι, πρὸς πάντων Βανδίλων γέλωτα ὦφλον. 3.22.12 ἐπεὶ δὲ ταῦτα, ἅπερ ἐρρήθη, ἐγένετο, μετέμαθόν τε τῶν ἀνθρωπείων πραγμάτων οἱ Βανδίλοι τὴν φύσιν καὶ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν. 3.22.13 Τούτων μὲν οὖν Βανδίλων, οἳ ἔμειναν ἐν γῇ τῇ πατρῴᾳ, οὔτε μνήμη τις οὔτε ὄνομα ἐς ἐμὲ σώζεται. ἅτε γὰρ, οἶμαι, ὀλίγοις τισὶν οὖσιν ἢ βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἢ ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε, τό τε ὄνομα ἐς αὐτούς πη ἀποκεκρί3.22.14 σθαι. οὐ μὴν οὐδὲ ἡσσημένοις τότε πρὸς Βελισαρίου Βανδίλοις ἔννοια γέγονεν ἐς ἤθη τὰ πάτρια ἐνθένδε 3.22.15 ἰέναι. οὐ γὰρ εἶχον ἐκ Λιβύης ἐκ τοῦ αἰφνιδίου, ἄλλως τε καὶ νεῶν οὐ παρουσῶν σφίσιν, ἐς τὴν Εὐρώπην κομίζεσθαι, ἀλλ' ἔτισαν ἐνταῦθα τὴν δίκην ἁπάντων ὧνπερ ἐς Ῥωμαίους εἰργάσαντο καὶ οὐχ 3.22.16 ἥκιστα ἐς Ζακυνθίους. Γιζέριχος γὰρ, ἐπισκήψας ποτὲ τοῖς ἐν Πελοποννήσῳ χωρίοις, Ταινάρῳ προσβαλεῖν ἐνεχείρησεν. ἐνθένδε τε κατὰ τάχος ἀποκρουσθεὶς καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἀνεχώρησεν οὐ3.22.17 δενὶ κόσμῳ. διὸ δὴ τῷ θυμῷ ἔτι ἐχόμενος Ζακύνθῳ προσέσχε, καὶ πολλοὺς μὲν τῶν ἐν ποσὶ κτείνας, τῶν δὲ δοκίμων ἐς πεντακοσίους ἀνδραποδίσας δι' ὀλίγου 3.22.18 ἀπέπλευσεν. ἐπειδή τε γέγονεν ἐν μέσῳ τῷ Ἀδριατικῷ καλουμένῳ πελάγει, ἐνταῦθα κρεουργήσας τῶν πεντακοσίων τὰ σώματα, πανταχῆ τῆς θαλάσσης οὐδὲν ὑπολογισάμενος ἔρριψεν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο. 3.23.1 Γελίμερ δὲ τότε χρήματά τε πολλὰ Λιβύων τοῖς γεωργοῖς προϊέμενος καὶ φιλοφροσύνῃ ἐς αὐτοὺς 3.23.2 χρώμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν. οὓς δὴ ἐκέλευσε Ῥωμαίων τοὺς ἐς τὰ χωρία περιιόντας κτείνειν, χρυσίον τακτὸν ἐπὶ φόνῳ ἑκάστῳ τῷ ἀπολοῦντι ἐπι3.23.3 κηρύξας. οἱ δὲ πολλοὺς τοῦ Ῥωμαίων στρατοῦ ἔκτεινον, οὐ στρατιώτας μέντοι, ἀλλὰ δούλους τε καὶ ὑπηρέτας, οἳ δὴ χρημάτων ἐπιθυμίᾳ ἐς τὰς κώμας ἀνα3.23.4 βαίνοντες λάθρα ἡλίσκοντο. καὶ αὐτῶν τὰς κεφαλὰς οἱ γεωργοὶ παρὰ Γελίμερα φέροντες αὐτοὶ μὲν ἔμμισθοι γενόμενοι ἀπηλλάσσοντο, ὁ δὲ στρατιώτας ἀνῃρηκέναι πολεμίους ὑπώπτευεν. 3.23.5 Ἐνταῦθα τοῦ χρόνου ∆ιογένης, ὁ Βελισαρίου δορυφόρος, ἔργα ἐπεδείξατο ἀρετῆς ἄξια. σταλεὶς γὰρ, ἅμα τῶν ὑπασπιστῶν δύο καὶ εἴκοσιν, ἐπὶ κατασκοπῇ τῶν ἐναντίων, ἐγένετο ἐν χωρίῳ δυοῖν ἡμέραιν ὁδὸν Καρ3.23.6 χηδόνος διέχοντι. τούτους δὲ τοὺς ἄνδρας (οὐ γὰρ οἷοί τε ἦσαν οἱ τοῦ χωρίου γεωργοὶ κτείνειν) ἀγγέλ3.23.7 λουσι τῷ Γελίμερι ἐνταῦθα εἶναι. καὶ ὃς τριακοσίους ἀπολεξάμενος Βανδίλων ἱππέας ἐπ' αὐτοὺς ἔστελλε, 3.23.8 ζῶντας ἅπαντας ἐπισκήψας παρ' αὐτὸν ἀγαγεῖν. λόγου γὰρ πολλοῦ ἄξιόν οἱ ἔδοξεν εἶναι Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς δύο καὶ εἴκοσι δορυαλώτους 3.23.9 ποιήσασθαι. οἱ μὲν οὖν ἀμφὶ ∆ιογένην ἐς οἰκίαν ἐσεληλυθότες τινὰ ἐκάθευδον ἐν τῷ ὑπερῴῳ, πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες, οἵ γε μακρὰν ἀπεῖναι τοὺς 3.23.10 ἐναντίους ἐπύθοντο. οἱ δὲ Βανδίλοι ὄρθρου βαθέος ἐνταῦθα ἐλθόντες διαφθεῖραι μὲν τὰς ἐκείνῃ θύρας ἢ εἰς τὴν οἰκίαν εἰσελθεῖν νύκτωρ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι, δείσαντες μὴ ἐς νυκτομαχίαν ἐμπεπτωκότες αὐτοὶ μὲν σφᾶς αὐτοὺς διαφθείρωσιν, ἔξοδον δὲ πλείστοις τῶν πολεμίων ἐν σκότῳ, ἂν οὕτω 3.23.11 τύχοι, παρέξωσιν. ἔπρασσον δὲ ταῦτα τῆς δειλίας αὐτοῖς ἐκπλησσούσης τὸν νοῦν, παρὸν σφίσιν οὐδενὶ πόνῳ φέρουσί τε πυρὰ καὶ τούτων χωρὶς οὐχ ὅσον ἀνόπλους, ἀλλὰ καὶ γυμνοὺς παντάπασι τοὺς πολε3.23.12 μίους ἐπὶ τῶν στρωμάτων λαβεῖν. νῦν δὲ ἀμφὶ τὴν οἰκίαν ἅπασαν κύκλῳ καὶ διαφερόντως τὰς θύρας 3.23.13 φάλαγγα ποιησάμενοι ἔστησαν ἅπαντες. ἐν τούτῳ δὲ 3.23.13 τῶν Ῥωμαίων στρατιωτῶν ἑνὶ ἐξ