43
στρατιωτῶν ἐφυλάσσετο, κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ ὁ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι. 1.24.50 λογισάμενος οὖν ὥς οἱ ἐπὶ τὸν δῆμον ἰτέον ἐστὶν, οἳ ἐν τῷ ἱπποδρόμῳ ἑστήκεσαν, πλήθει τε ἄμετροι καὶ μετὰ πολλῆς ἀκοσμίας ὑπ' ἀλλήλων ὠθούμενοι, ἀπὸ τοῦ κολεοῦ τὸ ξίφος ἀράμενος τοῖς τε ἄλλοις κατὰ ταὐτὰ ποιεῖν ἐπαγγείλας, δρόμῳ τε καὶ κραυγῇ ἐπ' 1.24.51 αὐτοὺς ᾔει. ὁ δὲ δῆμος, ἅτε δὴ ἐν ὁμίλῳ καὶ οὐκ ἐν τάξει ἱστάμενοι, ἐπειδὴ στρατιώτας εἶδον τεθωρακισμένους τε καὶ δόξαν πολλὴν ἐπί τε ἀνδρίᾳ καὶ πολέμων ἐμπειρίᾳ ἔχοντας, καὶ τοῖς ξίφεσιν οὐδεμιᾷ φειδοῖ 1.24.52 παίοντας, ἐς φυγὴν ὥρμηντο. κραυγῆς δὲ πολλῆς, ὡς τὸ εἰκὸς, γεγενημένης, πλησίον που ἑστηκὼς Μοῦνδος καὶ βουλόμενος ἔργου ἔχεσθαι (ἦν γάρ τις τολμητὴς καὶ δραστήριος), ἀπορούμενος δὲ ᾗ χρήσεται τοῖς παροῦσιν, ἐπειδὴ ἐτεκμήρατο ὡς Βελισάριος ἐν τῷ πόνῳ εἴη, εὐθὺς ἐπὶ τὸ ἱπποδρόμιον διὰ τῆς εἰσό1.24.53 δου, ἣ Νεκρὰ καλεῖται, εἰσβάλλει. τότε δὴ ἑκατέρωθεν οἱ Ὑπατίου στασιῶται κατὰ κράτος πλησσόμενοι διεφθείροντο. ἐπεὶ δὲ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει καὶ φόνος ἦν ἤδη τοῦ δήμου πολὺς, Βοραΐδης τε καὶ Ἰοῦστος, Ἰουστινιανοῦ βασιλέως ἀνεψιοὶ, χεῖρας αὐτοῖς οὐδενὸς ἀνταίρειν τολμῶντος, καθεῖλόν τε ἀπὸ τοῦ θρόνου Ὑπάτιον καὶ αὐτὸν ἐσαγαγόντες βασιλεῖ ἅμα Πομπηίῳ παρέδωκαν. 1.24.54 θνήσκουσί τε τοῦ δήμου πλέον ἢ τρισμύριοι ἐν ταύτῃ τῇ ἡμέρᾳ. βασιλεὺς δὲ αὐτοὺς ἐν φυλακῇ χαλεπῇ 1.24.55 ἐκέλευεν εἶναι. ἐνταῦθα Πομπήιος μὲν ἐδάκρυέ τε καὶ ἄξια ἐλέου ἐφθέγγετο· ἦν γὰρ δὴ ὁ ἀνὴρ πραγμάτων τε καὶ κακῶν τοιούτων ἥκιστα ἔμπειρος· Ὑπάτιος δὲ αὐτὸν πολλὰ ὀνειδίσας οὐκ ἔφη χρῆναι τοὺς 1.24.56 οὐκ ἐν δίκῃ ἀπολουμένους ὀδύρεσθαι. ἀρχήν τε γὰρ ὑπὸ τοῦ δήμου ἄκοντας βιασθῆναι καὶ οὐκ ἐπὶ κακῷ τοῦ βασιλέως ὕστερον ἐς τὸ ἱπποδρόμιον ἀφικέσθαι. κτείναντες δὲ οἱ στρατιῶται τῇ ὑστεραίᾳ ἑκάτερον, ἐς 1.24.57 θάλασσαν καθῆκαν τὰ σώματα. βασιλεὺς δὲ αὐτῶν τε τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο καὶ ἄλλων τῶν ἐκ βουλῆς ἁπάντων, οἳ δὴ τὴν γνώμην 1.24.58 ξὺν αὐτοῖς ἔθεντο. ἔπειτα μέντοι τοῖς τε ἄλλοις 1.24.58 ἅπασι καὶ τοῖς Ὑπατίου καὶ Πομπηίου παισὶ τά τε ἀξιώματα, οἷς πρότερον ἐχρῶντο, ἀπέδωκε καὶ τῶν χρημάτων ὅσοις τῶν ἐπιτηδείων τινὰς οὐκ ἔτυχε δωρησάμενος. ἐς τόδε μὲν Βυζαντίῳ ἡ στάσις ἐτελεύτα. 1.25.1 Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς 1.25.2 κατέστησαν ἄμφω. ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι 1.25.3 ἱκανώτατος τῆς παιδείας περιουσίᾳ. Ἰωάννης δὲ (πᾶσι γὰρ ἀνθρώποις βαρύς τε ὁμοίως καὶ χαλεπὸς ἦν, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληιζόμενος) δέκατον ἔτος τὴν ἀρχὴν ἔχων τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίαιταν παρανομίας ἐξέτισε τρόπῳ τοιῷδε. 1.25.4 Θεοδώρα ἡ βασιλὶς ἤχθετο αὐτῷ πάντων μάλιστα. καὶ ὃς τῇ γυναικὶ προσκεκρουκὼς οἷς ἡμάρτανε, θωπείᾳ μὲν αὐτὴν ἢ χάριτι μετελθεῖν ὡς ἥκιστα ἔγνω, ἐς ἐπιβουλὴν δὲ αὐτῇ ἐκ τοῦ ἐμφανοῦς καθιστάμενος ἐς τὸν βασιλέα διέβαλλεν, οὔτε τὴν τύχην ἐρυθριῶν οὔτε τὴν στοργὴν αἰσχυνόμενος, ἥνπερ ἐς αὐτὴν ὁ βασιλεὺς 1.25.5 εἶχεν ἐξαισίαν οἵαν. αἰσθομένη δὲ ἡ βασιλὶς τῶν ποιουμένων κτεῖναι μὲν διενοεῖτο τὸν ἄνθρωπον, μηχανῇ δὲ οὐδεμιᾷ εἶχεν, ἐπεὶ λόγον αὐτοῦ Ἰουστινιανὸς 1.25.6 βασιλεὺς ἐποιεῖτο πολύν. γνοὺς δὲ Ἰωάννης τὴν τῆς βασιλίδος ἐς αὑτὸν γνώμην ἐν δείμασι μεγάλοις ἐγί1.25.7 νετο. ἐπειδάν τε ὡς καθευδήσων ἐς τὸν κοιτῶνα ἴοι, τῶν τινα βαρβάρων ἐπιστήσεσθαί οἱ ὡς ἀπολοῦντα ὑπώπτευεν ἐς νύκτα ἑκάστην, ὑπερκύπτων τε ἀεὶ ἐκ τοῦ δωματίου καὶ τὰς εἰσόδους περισκοπῶν ἄϋπνος ἔμενε, καίπερ ἑταιρισάμενος δορυφόρων τε καὶ ὑπασπιστῶν χιλιάδας πολλὰς, οὐ γεγονὸς ὑπάρχων τινὶ 1.25.8 πρότερον τοῦτό γε. ἀλλ'