9
ἐγένετο, ἔνθα ὁ Γουσαναστάδης τὴν ἀρχὴν εἶχεν, εἶπε τῶν ἐπιτηδείων τισὶν ὡς χαναράγγην καταστήσεται ἄνδρα ἐκεῖνον, ὃς ἂν αὐτῷ Περσῶν πρῶτος ἐκείνῃ τῇ ἡμέρᾳ ἐς ὄψιν 1.6.13 ἥκων ὑπουργεῖν βούλοιτο. εἰπόντι τέ οἱ μετέμελεν ἤδη τοῦ λόγου, ἐπεὶ νόμος αὐτὸν ἐσῄει, ὃς δὴ οὐκ ἐᾷ Πέρσαις ἐς τοὺς ἀλλοτρίους τὰς ἀρχὰς φέρεσθαι, ἀλλ' 1.6.14 οἷς ἡ τιμὴ ἑκάστη κατὰ γένος προσήκει. ἔδεισε γὰρ μή τις ἵκοιτο ἐς αὐτὸν πρῶτος τῷ χαναράγγῃ οὐ ξυγγενὴς ὢν, τόν τε νόμον ἀναγκάζηται λύειν, ὅπως αὐτὸς 1.6.15 ἀληθίζηται. ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι ξυνέβη τις τύχη ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι. ἔτυχε γὰρ πρῶτος Ἀδεργουδουνβάδης ἐς αὐτὸν ἥκων, νεανίας ἀνὴρ, ξυγγενής τε ὢν τῷ Γουσαναστάδῃ καὶ διαφερόν1.6.16 τως ἀγαθὸς τὰ πολέμια. ὃς δὴ δεσπότην τε προσεῖπε Καβάδην καὶ βασιλέα προσεκύνησε πρῶτος, ἐδεῖτό τέ 1.6.17 οἱ ἅτε δούλῳ ὅ τι βούλοιτο χρῆσθαι. Καβάδης οὖν ἐν τοῖς βασιλείοις οὐδενὶ πόνῳ γενόμενος, ἔρημόν τε Βλάσην τῶν ἀμυνομένων λαβὼν ἐξετύφλωσε, τρόπῳ δὴ ὅτῳ τυφλοὺς οἱ Πέρσαι ποιεῖν τοὺς κακούργους εἰώθασιν, ἔλαιον ἕψοντες καὶ αὐτὸ ὡς μάλιστα ζέον ἐς τοὺς ὀφθαλμοὺς οὔτι μύοντας ἐπιχέοντες, ἢ περόνην τινὰ σιδηρᾶν πυρακτοῦντες ταύτῃ τε τῶν ὀφθαλμῶν τὰ ἐντὸς χρίοντες, καὶ τὸ λοιπὸν ἐν φυλακῇ 1.6.18 εἶχεν ἄρξαντα Περσῶν ἐνιαυτοὺς δύο. καὶ τὸν μὲν Γουσαναστάδην κτείνας τὸν Ἀδεργουδουνβάδην ἀντ' αὐτοῦ κατεστήσατο ἐπὶ τῆς τοῦ χαναράγγου ἀρχῆς, τὸν δὲ Σεόσην ἀδρασταδάραν σαλάνην εὐθὺς ἀνεῖπε. δύναται δὲ τοῦτο τὸν ἐπὶ ἀρχαῖς τε ὁμοῦ καὶ στρα1.6.19 τιώταις ἅπασιν ἐφεστῶτα. ταύτην ὁ Σεόσης τὴν ἀρχὴν πρῶτός τε καὶ μόνος ἐν Πέρσαις ἔσχεν· οὔτε γὰρ πρότερον οὔτε ὕστερόν τινι γέγονε· τήν τε βασιλείαν ὁ Καβάδης ἐκρατύνατο καὶ ξὺν τῷ ἀσφαλεῖ διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος οὐδενὸς ἧσσον. 1.7.1 Ὀλίγῳ δὲ ὕστερον χρήματα Καβάδης τῷ Ἐφθαλιτῶν βασιλεῖ ὤφειλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οἱ οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα· ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ 1.7.2 ταῦτα ποιητέα εἴη. οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι. 1.7.3 διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε, καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληισάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο, ἧς δὴ χειμῶνος ὥρᾳ ἐς 1.7.4 πολιορκίαν καθίστατο. Ἀμιδηνοὶ δὲ στρατιωτῶν μὲν, ἅτε ἐν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν, οὐ παρόντων σφίσι, καὶ ἄλλως δὲ ἀπαράσκευοι παντάπασιν ὄντες ὅμως τοῖς πολεμίοις ὡς ἥκιστα προσχωρεῖν ἤθελον, ἀλλὰ τοῖς τε κινδύνοις καὶ τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον. 1.7.5 Ἦν δέ τις ἐν Σύροις ἀνὴρ δίκαιος, Ἰάκωβος ὄνομα, ᾧ τὰ ἐς τὸ θεῖον ἐς τὸ ἀκριβὲς ἤσκητο. οὗτος ἐν χωρίῳ Ἐνδιήλων, διέχοντι Ἀμίδης ἡμέρας ὁδῷ, πολλοῖς ἔμπροσθεν χρόνοις αὑτὸν καθεῖρξεν, ὅπως δὴ 1.7.6 ἀδεέστερον τὰ ἐς τὴν εὐσέβειαν μελετᾶν δύνηται. καὶ αὐτοῦ οἱ ταύτῃ ἄνθρωποι ὑπουργοῦντες τῇ γνώμῃ δρυφάκτοις τισὶ περιέβαλον, οὐ ξυνημμένοις μέντοι, ἀλλὰ χωρὶς πεπηγόσιν ἀλλήλων, ὥστε ὁρᾶν τε τοὺς 1.7.7 προσιόντας καὶ ξυγγίνεσθαι οἷόν τε εἶναι. καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος ὁ ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ' 1.7.8 ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει. τοῦτον οὖν τὸν Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ 1.7.9 χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον. ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν