104
Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν. 3.2.32 Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοι τε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ' ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεο3.2.33 δόσιόν τε ἵκοιτο καὶ σὺν αὐτῷ εἴη. Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱὸς, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν. 3.2.34 ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη 3.2.35 γενέσθαι. φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοις τε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖν τε καὶ ξυλλαμβάνεσθαι. ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ 3.2.36 τετύχηκεν. ἔκ τε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορός τε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τό τε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη 3.2.37 τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε. μετὰ δὲ Ἀλάριχος μὲν τελευτᾷ νόσῳ, ὁ δὲ τῶν Οὐισιγότθων στρατὸς, ἡγουμένου σφίσιν Ἀδαούλφου, ἐπὶ Γαλλίας ἐχώρησαν, καὶ Κωνσταντῖνος μάχῃ ἡσσηθεὶς ξὺν τοῖς παισὶ 3.2.38 θνήσκει. Βρεττανίαν μέντοι Ῥωμαῖοι ἀνασώσασθαι οὐκέτι ἔσχον, ἀλλ' οὖσα ὑπὸ τυράννοις ἀπ' αὐτοῦ 3.2.39 ἔμεινε. Γότθοι δὲ τὴν ἐπὶ τοῦ Ἴστρου διάβασιν ποιησάμενοι Παννονίαν μὲν τὰ πρῶτα ἔσχον, ἔπειτα δὲ βασιλέως δόντος ᾤκησαν τὰ ἐπὶ τῆς Θρᾴκης χωρία. 3.2.40 ἐνταῦθά τε οὐ πολὺν διατρίψαντες χρόνον τῆς ἑσπερίας ἐκράτησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ τῶν Γότθων εἰρήσεται. 3.3.1 Βανδίλοι δὲ ἀμφὶ τὴν Μαιῶτιν ᾠκημένοι λίμνην, ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούς τε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν, Ἀλανοὺς 3.3.2 ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος. εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανίᾳ ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς. τότε ξυμβαίνει Γωδιγίσκλῳ Ὁνώριος ἐφ' ᾧ δὴ οὐκ 3.3.3 ἐπὶ λύμῃ τῆς χώρας ἐνταῦθα ἱδρύσονται. νόμου δὲ ὄντος Ῥωμαίοις, ἤν τινες οὐχ ὑπὸ ταῖς οἰκείαις χερσὶ τὰ σφέτερα αὐτῶν ἔχοιεν καὶ τρίβοιτο χρόνος εἰς τριάκοντα ἐνιαυτοὺς ἥκων, τούτοις δὴ οὐκέτι εἶναι κυρίοις ἐπὶ τοὺς βιασαμένους ἰέναι, ἀλλ' ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον, νόμον ἔγραψεν ὅπως ὁ τῶν Βανδίλων χρόνος, ὃν ἂν ἔν γε τῇ Ῥωμαίων ἀρχῇ διατρίβοιεν, ἐς ταύτην δὴ 3.3.4 τὴν τριακοντοῦτιν παραγραφὴν ἥκιστα φέροιτο. Ὁνώριος μὲν, ἐς τοῦτό οἱ τῆς ἑσπερίας ἐληλαμένης, ἐτελεύτησε νόσῳ. ἐτύγχανε δὲ πρότερον ξὺν τῷ Ὁνωρίῳ τὴν βασιλείαν Κωνστάντιος ἔχων, τῆς Ἀρκαδίου τε καὶ Ὁνωρίου ἀδελφῆς Πλακιδίας ἀνὴρ, ὃς ἡμέρας τῇ ἀρχῇ ἐπιβιοὺς ὀλίγας, πονήρως τε νοσήσας εἶτα ἀπέθανεν, Ὁνωρίου ζῶντος οὐδὲν οὔτε εἰπεῖν λόγου ἄξιον οὔτε πρᾶξαι ἰσχύσας. οὐ γὰρ αὐτῷ ἐπήρκει ὁ χρόνος, ὃν ἐν 3.3.5 τῇ βασιλείᾳ ἐβίου. τούτου δὴ τοῦ Κωνσταντίου παῖς Βαλεντινιανὸς, ἄρτι τοῦ τιτθοῦ ἀπαλλαγεὶς, ἐν τοῖς Θεοδοσίου βασιλείοις ἐτρέφετο, οἱ δὲ τῆς ἐν Ῥώμῃ βασιλέως αὐλῆς τῶν τινα ἐκείνῃ στρατιωτῶν, Ἰωάννην 3.3.6 ὄνομα, βασιλέα αἱροῦνται. ἦν δὲ οὗτος ἀνὴρ πρᾷός τε καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι 3.3.7 ἐξεπιστάμενος. πέντε γοῦν ἔτη τὴν τυραννίδα ἔχων μετρίως ἐξηγήσατο, καὶ οὔτε τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὔτε φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο· ἐς δὲ βαρβάρους οὐδὲν ὅ τι καὶ πρᾶξαι οἷός τε ἐγεγόνει, ἐπεί 3.3.8 οἱ τὰ ἐκ Βυζαντίου πολέμια ἦν. ἐπὶ τοῦτον τὸν Ἰωάννην Θεοδόσιος ὁ Ἀρκαδίου στρατὸν πολὺν πέμψας καὶ στρατηγοὺς Ἄσπαρά τε καὶ Ἀρδαβούριον τὸν Ἄσπαρος υἱὸν, αὐτόν τε ἀφαιρεῖται τὴν τυραννίδα καὶ Βαλεντινιανῷ ἔτι παιδὶ ὄντι τὴν βασιλείαν παρέδωκε. 3.3.9 ζῶντα δὲ Βαλεντινιανὸς Ἰωάννην λαβὼν ἔν τε τῷ Ἀκυληίας ἱπποδρομίῳ τὴν ἑτέραν ταῖν χεροῖν ἀποκοπέντα