263
αὐτὸν Ἰουστι6.22.18 νιανῷ βασιλεῖ πολέμιον καταστήσουσι. διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην 6.22.19 ἀναπείθουσι τὴν ὑπουργίαν. ὧν ἅτερος μὲν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος, οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν 6.22.20 εἵπετο. γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα Ῥωμαίους εἰργάσατο, 6.22.21 ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ταῦτα δὲ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς Χοσρόην τε καὶ Πέρσας βουλεύεσθαι ἤκουσε, καταλύειν μὲν τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον ὡς τάχιστα ἔγνω, Βελισάριον δὲ μεταπέμψασθαι 6.22.22 ἐφ' ᾧ ἐπὶ Πέρσας στρατεύσειε. τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις (ἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον) αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παρ' αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς 6.22.23 θήσονται, ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ. τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ 6.22.24 Πέτρον ἀφῆκαν. οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν 6.22.25 παρασχόμενος. καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 6.23.1 Βελισάριος δὲ Αὔξιμόν τε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτω τε ἐπί τε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουρ6.23.2 γεῖν ἔχοντος. Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου, οὗ ∆ημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον 6.23.3 στρατοπεδευσάμενοι ἐπολιόρκουν. Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ, οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ 6.23.4 Πάδον ποταμὸν ἔστελλεν. οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐας τε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοί τε ὦσιν, ὄπισθεν αὐτοὺς 6.23.5 λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι. καὶ οἱ μὲν πόλιν ∆ορθῶνα πρὸς τῷ ποταμῷ ἀτείχιστον οὖσαν καταλαβόντες, αὐτοῦ τε ἐνστρατοπεδευσάμενοι ἔμενον, αὐτὸς δὲ ἐς Αὔξιμον πόλιν χιλίους τε καὶ μυρίους 6.23.6 ἔχων ἀφίκετο. Αὔξιμος δὲ αὕτη πρώτη μὲν τῶν ἐν Πικηνοῖς πόλεών ἐστιν, ἣν δὴ μητρόπολιν καλεῖν νενομίκασι Ῥωμαῖοι. ἀπέχει δὲ ἀκτῆς μὲν κόλπου τοῦ Ἰονίου σταδίους τέσσαράς τε καὶ ὀγδοήκοντα μάλιστα, Ῥαβέννης δὲ πόλεως ὁδὸν τριῶν ἡμερῶν καὶ σταδίους 6.23.7 ὀγδοήκοντα. κεῖται δὲ ἐπὶ λόφου τινὸς ὑψηλοῦ, εἴσοδον ἐν τῷ ὁμαλεῖ οὐδαμῆ ἔχουσα, καὶ ἀπ' αὐτοῦ 6.23.8 ἀπρόσοδος τοῖς πολεμίοις παντάπασιν οὖσα. ἐνταῦθα Γότθων εἴ τι δόκιμον ἦν, Οὐίττιγις ἐς τὴν φρουρὰν κατεστήσατο, τεκμαιρόμενος ὅτι Ῥωμαῖοι, εἰ μὴ ταύτην ἐξέλωσι πρότερον, ἐπὶ Ῥάβενναν οὔποτε στρατεύειν 6.23.9 τολμήσωσιν. ἐπειδὴ δὲ ὁ Ῥωμαίων στρατὸς ἐς Αὔξιμον ἦλθεν, ἐκέλευε Βελισάριος παρὰ τοῦ λόφου τὰ ἔσχατα 6.23.10 πάντας στρατοπεδεύεσθαι κύκλῳ. καὶ οἱ μὲν κατὰ συμμορίας γενόμενοι καλύβας ἄλλος ἄλλῃ τοῦ χωρίου ἐπήγνυντο, κατιδόντες δὲ αὐτοὺς οἱ Γότθοι μακράν που ἀπολελειμμένους ἀλλήλων καὶ σφίσιν αὐτοῖς ἐπιβοηθεῖν ἅτε ἐν μεγάλῳ πεδίῳ οὐκ εὐπετῶς ἔχοντας, ἐκ τοῦ αἰφνιδίου ἀμφὶ δείλην ὀψίαν χωροῦσιν ἐπὶ τοὺς πολεμίους, ἐς τὰ πρὸς ἕω τῆς πόλεως, ᾗ Βελισάριος στρατόπεδον ἔτι ποιούμενος ξύν τε δορυφόροις 6.23.11 καὶ ὑπασπισταῖς τοῖς αὐτοῦ ἔτυχεν. οἱ δὲ ἀράμενοι τὰ ὅπλα ἐκ τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο, ῥᾷστά τε αὐτοὺς ἀρετῇ ὠσάμενοι ἔτρεψαν, καὶ φεύγουσιν 6.23.12 ἐπισπόμενοι κατὰ μέσον τοῦ λόφου ἐγίνοντο. ἔνθα οἱ βάρβαροι ἐπιστραφέντες καὶ χωρίου ἰσχύϊ πιστεύοντες ἀντίοι τοῖς διώκουσιν ἔστησαν, συχνούς τε αὐτῶν ἅτε κατὰ κορυφὴν βάλλοντες