269
τοῦτο ἐσχολακέναι, κατέστη μὲν αὖθις ἐς τὴν φυλακὴν ᾗπερ εἰώθει, λαθὼν δὲ ἅπαντας τοῖς πολεμίοις τὰ γράμματα ἔδωκεν, ἅπερ ἐς τὸ πλῆθος ἀναγνωσθέντα ἔτι μᾶλλον 6.26.15 ἅπαντας, καίπερ τῷ λιμῷ πιεζομένους, ἐπέρρωσε. διὸ δὴ προσχωρεῖν Βελισαρίῳ πολλὰ τιθασσεύοντι οὐδαμῆ ἤθελον. αὖθις δὲ (οὐδὲ γὰρ σφίσι στράτευμα ἐκ Ῥαβέννης ἐξεληλυθὸς ἠγγέλλετο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ὑπερφυῶς ἤδη ἤχθοντο) Βουρκέντιον πάλιν πέμπουσι, τοῦτο ἐν γράμμασι δηλώσαντες μόνον, ὡς πέντε ἡμερῶν οὐκέτι τὸ λοιπὸν οἷοί τέ εἰσι τῷ λιμῷ μάχεσθαι. ὁ δὲ αὐτοῖς ἐπανῆκεν αὖθις, Οὐιττίγιδος ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν. 6.26.16 Ῥωμαῖοι δὲ οὐδέν τι ἧσσον ἀχθόμενοι, ὅτι δὴ ἐν χώρᾳ ἐρήμῳ μακρὰν οὕτω προσεδρείαν πεποίηνται, διηποροῦντο, οὐκ ἐνδιδόντας σφίσιν ἐν τοσούτοις κακοῖς 6.26.17 τοὺς βαρβάρους ὁρῶντες. διὸ δὴ Βελισάριος ἐν σπουδῇ ἐποιεῖτο ζῶντά τινα τῶν ἐν τοῖς πολεμίοις δοκίμων λαβεῖν, ὅπως ἂν γνοίη ὅτου δὴ ἕνεκα τὰ δεινὰ καρτεροῦσιν οἱ βάρβαροι, καί οἱ Βαλεριανὸς τὸ τοιοῦτον 6.26.18 ὑπουργήσειν εὐπετῶς ὡμολόγει. εἶναι γάρ τινας τῶν οἱ ἑπομένων ἐκ τοῦ Σκλαβηνῶν ἔθνους, οἳ κρύπτεσθαί τε ὑπὸ λίθῳ βραχεῖ, ἢ φυτῷ τῳ παρατυχόντι, εἰώθασι 6.26.19 καὶ ἀναρπάζειν ἄνδρα πολέμιον. τοῦτό τε ἀεὶ παρὰ ποταμὸν Ἴστρον, ἔνθα ἵδρυνται, ἔς τε Ῥωμαίους καὶ τοὺς ἄλλους βαρβάρους ἐνδείκνυνται. ἥσθη τῷ λόγῳ Βελισάριος καὶ τοῦ ἔργου ἐπιμελεῖσθαι κατὰ τάχος 6.26.20 ἐκέλευε. Βαλεριανὸς οὖν ἀπολέξας τῶν Σκλαβηνῶν ἕνα σώματός τε μεγέθους πέρι εὖ ἥκοντα καὶ διαφερόντως δραστήριον, ἄνδρα πολέμιον ἄγειν ἐπέστελλε, χρήματά οἱ μεγάλα πρὸς Βελισαρίου ἰσχυρισάμενος 6.26.21 ἔσεσθαι. δράσειν δὲ τοῦτο αὐτὸν ἐν τῷ χωρίῳ εὐπετῶς ἔφασκεν, οὗπερ ἡ πόα τυγχάνει οὖσα. χρόνου γὰρ πολλοῦ ταύτῃ τοὺς Γότθους ἀπορίᾳ τῶν ἀναγκαίων 6.26.22 σιτίζεσθαι. ὁ μὲν οὖν Σκλαβηνὸς ὄρθρου βαθέος ἄγχιστα τοῦ περιβόλου γενόμενος, ἐν θάμνῳ τινὶ ἐγκαλυψάμενός τε καὶ τὸ σῶμα ἐς ὀλίγον ξυναγαγὼν 6.26.23 ἀμφὶ τὴν πόαν ἐκρύπτετο. ἅμα δὲ ἡμέρᾳ Γότθος ἀνὴρ ἐνταῦθα ἥκων τὰς βοτάνας κατὰ τάχος ξυνέλεγεν, ἐκ μὲν τοῦ θάμνου ὑποτοπάζων οὐδὲν ἄχαρι, συχνὰ δὲ περισκοπῶν ἐς τὸ τῶν ἐναντίων στρατόπεδον, μή 6.26.24 τις ἐνθένδε ἐς αὐτὸν ἴοι. καί οἱ ἐπιπεσὼν ὄπισθεν ὁ Σκλαβηνὸς ἐκ τοῦ αἰφνιδίου ἀνάρπαστον ἐποιήσατο, σφίγγων τε μέσον καρτερῶς χερσὶν ἀμφοτέραις τὸν ἄνθρωπον, ἔς τε τὸ στρατόπεδον ἤνεγκε καὶ φέρων 6.26.25 Βαλεριανῷ ἐνεχείρισεν. ᾧ δὴ πυνθανομένῳ, ὅτῳ ποτὲ 6.26.25 Γότθοι πιστεύοντες καὶ τί τὸ ἐχυρὸν ἔχοντες ἥκιστα ἐθέλουσι προσχωρεῖν σφίσιν, ἀλλ' ἑκούσιοι τὰ δεινότατα ἐγκαρτεροῦσι, τὸν πάντα λόγον ἀμφὶ τῷ Βουρκεντίῳ ὁ βάρβαρος ἔφρασε καὶ αὐτόν οἱ ἐς ὄψιν ἥκοντα 6.26.26 ἤλεγχεν. ὁ δὲ Βουρκέντιος, ἐπεὶ ἔκπυστος ἤδη γεγονὼς ᾔσθετο, οὐδὲν τῶν πεπραγμένων ἀπέκρυψε. διὸ δὴ Βελισάριος μὲν τοῖς ἑταίροις αὐτὸν ὅ τι βούλοιντο παρέδωκε χρῆσθαι, οἱ δὲ αὐτὸν ζῶντα οὐκ ἐς μακρὰν ἔκαυσαν, θεωμένων τὰ ποιούμενα τῶν πολεμίων. Βουρκέντιος μὲν οὕτω τῆς φιλοχρηματίας ἀπέλαυσε. 6.27.1 Βελισάριος δὲ οὐδέν τι ἧσσον ἀντέχοντας τῇ ταλαιπωρίᾳ τοὺς βαρβάρους ὁρῶν ἐς τοῦ ὕδατος καθίστασθαι τὴν ἐπιβουλὴν διενοεῖτο, ταύτῃ ῥᾷόν τε καὶ 6.27.2 εὐπορώτερον αἱρήσειν τοὺς πολεμίους οἰόμενος. καὶ, ἦν γάρ τις κρήνη Αὐξίμου πρὸς βορρᾶν ἄνεμον ἐν χώρῳ κρημνώδει, τοῦ περιβόλου ἀπέχουσα ὅσον λίθου βολὴν, κατὰ βραχὺ μάλιστα τὸν ῥοῦν ἀφιεῖσα ἔς τινα δεξαμενὴν αὐτόθι ἐκ παλαιοῦ οὖσαν, ἥ τε δεξαμενὴ πλήρης γεγενημένη ἐκ ταύτης δὴ τῆς ὀλίγης ἐπιρροῆς παρείχετο πόνῳ οὐδενὶ τοῖς ἐν Αὐξίμῳ ὑδρεύεσθαι, ἔννοιά τις Βελισαρίῳ ἐγένετο ὡς, ἢν μὴ τὸ ὕδωρ ἐνταῦθα ξυσταίη, οὐ μή ποτε οἷοί τε ὦσιν οἱ βάρβαροι πρὸς τῶν πολεμίων βαλλόμενοι ἐν χρόνῳ πολλῷ ἀπὸ 6.27.3 τῆς ἐπιρροῆς τοὺς ἀμφορέας ἐμπλήσασθαι. διαφθεῖραι γοῦν ἐθέλων τὴν δεξαμενὴν ἐπενόει τάδε. ἐξοπλίσας τὸ στράτευμα ὅλον, κύκλῳ τε αὐτὸ ἀμφὶ τὸν περίβολον ὡς ἐς μάχην ταξάμενος, δόκησιν τοῖς ἐναντίοις παρείχετο ὡς τῷ τειχίσματι προσβαλεῖν αὐτίκα δὴ μάλα 6.27.4 πανταχόθεν μέλλοι.