256
ἔργα ξυνέσεώς τε καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ 6.18.8 εἰκὸς, εἴη. καίτοι οὐδὲ Βελισάριον ἔφασκον δυνήσε6.18.9 σθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι. στρατιᾶς γὰρ ἧς ἐκεῖνος ἄρχοι τὸ πλεῖστον ἤδη ἔν τε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖφθαι, ἅσπερ αὐτὸς εἷλε, καὶ κατέλεγον ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα. 6.18.10 Ναρσῆς τε ἐπεὶ ταῦτα ἤκουσεν, ἥσθη ἐς ἄγαν τῇ ὑποθήκῃ καὶ οὔτε κατέχειν τὴν διάνοιαν οὔτε μένειν 6.18.11 ἐν τοῖς καθεστῶσιν ἔτι ἐδύνατο. πολλάκις οὖν Βελισαρίου ἄλλου του ἔργου ἔχεσθαι ἀξιοῦντος ἐς σκήψεις τινὰς ἄλλοτε ἄλλας ἀναχωρῶν τὴν παρακέλευσιν ἀπε6.18.12 κρούετο. ὧν δὴ αἰσθόμενος Βελισάριος ξυγκαλέσας τοὺς ἄρχοντας ἅπαντας ἔλεξε τοιάδε «Οὐ ταὐτὰ ὑμῖν, «ἄνδρες ἄρχοντες, περὶ τοῦδε τοῦ πολέμου δοκῶ μοι 6.18.13 «γιγνώσκειν. ὑμᾶς μὲν γὰρ ὁρῶ τῶν πολεμίων ἅτε 6.18.14 «παντάπασιν ἡσσημένων ὑπερφρονοῦντας. ἐγὼ δὲ «ταύτῃ ὑμῶν τῇ παρρησίᾳ ἐς προὖπτον ἡμᾶς ἐμπεσεῖ»σθαι κίνδυνον οἶμαι, ἐπεὶ τοὺς μὲν βαρβάρους οὔτε «ἀνανδρίᾳ τινὶ οὔτε ὀλιγανθρωπίᾳ ἡσσῆσθαι ἡμῶν, «προνοίᾳ δὲ μόνῃ καὶ βουλῇ καταστρατηγηθέντας ἐς 6.18.15 «φυγὴν ἐνθένδε τετράφθαι οἶδα. δέδοικα δὲ μὴ ταῦτα «ὑμεῖς τῇ οὐκ ἀληθεῖ δόξῃ σφαλλόμενοι τὰ ἀνήκεστα «ὑμᾶς τε αὐτοὺς καὶ τὰ Ῥωμαίων πράγματα δράσητε. 6.18.16 «ῥᾷον γὰρ οἱ νενικηκέναι δοκοῦντες τοῖς πεπραγμένοις «ἐπαιρόμενοι διαφθείρονται ἢ οἱ παρὰ δόξαν μὲν «ἐπταικότες, δέει δὲ τὸ λοιπὸν καὶ φροντίδι πολλῇ ἐς 6.18.17 «τοὺς ἐναντίους ἐχόμενοι. ῥᾳθυμία μὲν γὰρ τῶν εὖ «καθεστώτων τινὰς ἔφθειρε, πόνος δὲ ξὺν μερίμνῃ 6.18.18 «τῶν δεδυστυχηκότων πολλοὺς ὤνησεν. ἐπεὶ τῶν μὲν «ὀλιγωρίᾳ εἰκόντων ἡ δύναμις ὡς τὰ πολλὰ ἐλασσοῦ»σθαι φιλεῖ, μελέτη δὲ ἰσχὺν ἐντιθέναι ἱκανῶς πέφυ6.18.19 «κεν. οὐκοῦν ἐνθυμείσθω ὑμῶν ἕκαστος ὡς ἐν Ῥαβέννῃ «μὲν Οὐίττιγίς τέ ἐστι καὶ Γότθων μυριάδες πολλαὶ, «Οὐραΐας δὲ Μεδιόλανόν τε πολιορκεῖ καὶ περιβέβλη»ται Λιγουρίαν ὅλην, Αὔξιμος δὲ ἤδη στρατιᾶς πλήρης «πολλῆς τε καὶ λόγου ἀξίας, ἄλλα τε χωρία πολλὰ «πρὸς ἀξιομάχων ἡμῖν φρουρεῖται βαρβάρων μέχρι ἐς «Οὐρβιβεντὸν, ἣ Ῥώμης ἐν γειτόνων τυγχάνει οὖσα. 6.18.20 «ὥστε νῦν μᾶλλον ἡμῖν ἢ πρότερον ἐν κινδύνῳ τὰ «πράγματα κεῖται, ἐς κύκλωσίν τινα τῶν πολεμίων 6.18.21 «ἐμπεπτωκόσιν. ἐῶ γὰρ λέγειν ὡς καὶ Φράγγους αὐτοῖς «ἐν Λιγουρίᾳ ξυντετάχθαι φασὶν, ὅπερ οὐκ ἔξω «δέους μεγάλου ἐς μνήμην ἰέναι πᾶσι Ῥωμαίοις ἱκανῶς 6.18.22 «ἄξιον. φημὶ τοίνυν ἔγωγε χρῆναι μοῖραν μὲν τοῦ «στρατοῦ ἐς Λιγουρίαν τε καὶ Μεδιόλανον στέλλεσθαι, «τοὺς δὲ λοιποὺς ἐν μὲν τῷ παραυτίκα ἐπί τε Αὔξιμον «καὶ τοὺς ἐκείνῃ πολεμίους χωρεῖν, ὅσα ἂν ὁ θεὸς «διδῷ πράξοντας· ἔπειτα δὲ καὶ τἄλλα τοῦ πολέμου ἔργα «διαχειρίζειν ὅπη ἂν ἄριστά τε δοκῇ καὶ βέλτιστα εἶναι.» 6.18.23 Βελισάριος μὲν τοσαῦτα εἶπε. Ναρσῆς δὲ ἀμείβεται ὧδε «Τὰ μὲν ἄλλα, ὦ στρατηγὲ, μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι 6.18.24 «πάντα εἰρῆσθαι οὐδεὶς ἂν ἀντείποι. πάντα δὲ του»τονὶ τὸν βασιλέως στρατὸν ἐς Μεδιόλανόν τε καὶ «Αὔξιμον ἀποκεκρίσθαι μόνον ἀξύμφορον εἶναι παν6.18.25 «τελῶς οἶμαι. ἀλλὰ σὲ μὲν ἐπὶ ταῦτα Ῥωμαίων ἐξη»γεῖσθαι οἷς ἂν αὐτὸς βούλοιο οὐδὲν ἀπεικὸς, ἡμεῖς «δὲ βασιλεῖ τὴν Αἰμιλίων ἐπικτησόμεθα χώραν, ἣν «μάλιστα Γότθους προσποιεῖσθαί φασι, καὶ Ῥάβενναν «ξυνταράξομεν οὕτως ὥστε τοὺς καθ' ὑμᾶς αὐτοὺς «πολεμίους ὅ τι βούλεσθε διεργάσεσθε, πάσης ἀπο6.18.26 «κεκλεισμένους τῆς τῶν ἀμυνόντων ἐλπίδος. ἢν γὰρ «ξὺν ὑμῖν ἐν Αὐξίμῳ προσεδρεύειν ἑλοίμεθα, δέδοικα «μὴ τῶν ἐκ Ῥαβέννης ἐπιόντων βαρβάρων περιέσται «ἡμῖν ἀμφιβόλοις τε γεγενῆσθαι πρὸς τῶν πολεμίων «καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρ6.18.27 «θαι.» καὶ Ναρσῆς μὲν τοσαῦτα ἔλεξε. Βελισάριος δὲ δείσας μὴ ἐς πολλὰ Ῥωμαίων ἰόντων καταρρεῖν τε τὰ βασιλέως ξυμβαίη πράγματα καὶ τῇ ἐνθένδε ἀκοσμίᾳ ξυγχεῖσθαι, γράμματα βασιλέως Ἰουστινιανοῦ ἔδειξεν, ἃ πρὸς τοὺς στρατοπέδου ἄρχοντας ἔγραψεν. 6.18.28 ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ναρσῆν τὸν ἡμέτερον τα»μίαν οὐκ ἐφ' ᾧ ἄρξαι τοῦ στρατοπέδου ἐς