259
σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει, δέρρεις τε καὶ διφθέρας ὕδατι βρέχοντες πολύν τινα χρόνον εἶτα ἤσθιον· Ἀλβίλας γὰρ, ὃς αὐτῶν ἦρχεν, ἀνὴρ ἐν Γότθοις δόκιμος μάλιστα, ἐλπίσιν αὐτοὺς κεναῖς ἔβοσκεν. 6.20.15 Ἡνίκα τε αὖθις ἐπανιὼν ὁ χρόνος τὴν τοῦ θέρους ὥραν ἤνεγκεν, ὁ σῖτος ἤδη ἐν τοῖς ληΐοις αὐτόματος ἤκμαζεν, οὐχὶ τοσοῦτος μέντοι, ὅσος τὸ πρότερον, ἀλλὰ 6.20.16 πολλῷ ἥσσων. ἐπεὶ γὰρ ἐν ταῖς αὔλαξιν οὐκ ἀρότροις οὐδὲ χερσὶν ἀνθρώπων ἐκέκρυπτο, ἀλλ' ἐπιπολῆς κείμενος ἔτυχε, μοῖραν αὐτοῦ τινα ὀλίγην ἡ γῆ ἐνεργεῖν 6.20.17 ἴσχυεν. οὐδενός τε αὐτὸν ἔτι ἀμήσαντος, πόρρω ἀκμῆς ἐλθὼν αὖθις ἔπεσε καὶ οὐδὲν τὸ λοιπὸν ἐνθένδε ἐφύη. ταὐτὸ δὲ τοῦτο καὶ ἐν τῇ Αἰμιλίᾳ ξυμπεπτωκὸς ἔτυχε. 6.20.18 διὸ ἐκλιπόντες τὰ οἰκεῖα ταύτῃ ἄνθρωποι ἐς Πικηνὸν ἦλθον, οὐκ ἂν οἰόμενοι τὰ ἐκείνῃ χωρία διὰ τὸ ἐπι6.20.19 θαλάττια εἶναι παντάπασι τῇ ἀπορίᾳ πιέζεσθαι. καὶ Τούσκων δὲ οὐδέν τι ἧσσον ἐξ αἰτίας τῆς αὐτῆς ὁ λιμὸς ἥψατο, ἀλλ' αὐτῶν ὅσοι ἐν τοῖς ὄρεσιν ᾤκηντο, τῶν δρυῶν τὰς βαλάνους ἀλοῦντες, ὥσπερ τὸν σῖτον, 6.20.20 ἄρτους τε ἀπ' αὐτῶν ποιούμενοι ἤσθιον. καὶ νόσοις μὲν παντοδαπαῖς, ὡς τὸ εἰκὸς, οἱ πλεῖστοι ἡλίσκοντο, 6.20.21 ἔνιοι δὲ καὶ περιγενόμενοι διεσώζοντο. ἐν Πικηνῷ μέντοι λέγονται Ῥωμαῖοι γεωργοὶ οὐχ ἥσσους ἢ πέντε μυριάδες λαοῦ λιμῷ ἀπολωλέναι, καὶ πολλῷ ἔτι πλείους 6.20.22 ἐκτὸς κόλπου τοῦ Ἰονίου. ὁποῖοι δὲ τὸ εἶδος ἐγίνοντο καὶ ὅτῳ τρόπῳ ἔθνησκον αὐτὸς θεασάμενος ἐρῶν ἔρχο6.20.23 μαι. ἰσχνοὶ μὲν καὶ ὠχροὶ ἐγίνοντο πάντες· ἥ τε γὰρ σὰρξ ἀποροῦσα τροφῆς κατά γε τὸν παλαιὸν λόγον ἑαυτῆς ἥπτετο, καὶ ἡ χολὴ τῷ περιόντι τὸ κράτος τῶν σωμάτων ἤδη ἔχουσα οἰκείαν τινὰ εἰκασίαν ἐς ταῦτα 6.20.24 ἠφίει. προϊόντος δὲ τοῦ κακοῦ, πᾶσά τε αὐτοὺς ἰκμὰς ἐπελελοίπει καὶ τὸ δέρμα λίαν ἀπεσκληκὸς βύρσῃ μάλιστα ἐμφερὲς ἦν, δόκησιν παρέχον ὡς ἄρα τοῖς ὀστέοις ἐμπεπηγὸς εἴη. τό τε πελιδνὸν ἐς τὸ μέλαν μεταβαλόντες δᾳδίοις τισὶν ἐς ἄγαν καυθεῖσιν ἐῴκεσαν. 6.20.25 καὶ αὐτοῖς μὲν ἀεὶ τὰ πρόσωπα ἔκθαμβα ἦν, ἀεὶ δὲ δεινῶς τι μανικὸν ἔβλεπον. ἔθνησκόν τε οἱ μὲν ἀπορίᾳ 6.20.26 τροφῆς, οἱ δὲ καὶ λίαν αὐτῆς ἐς κόρον ἰόντες. ἐπειδὴ γὰρ σφίσιν ἀποσβεσθὲν ἅπαν τὸ θερμὸν ἔτυχεν, ὅπερ ἡ φύσις ἐντὸς ἔκαυσεν, εἴ τις ἐς κόρον αὐτοὺς, ἀλλὰ μὴ κατὰ βραχὺ θρέψειεν, ὥσπερ τὰ ἐπὶ καιροῦ τεχθέντα παιδία, οἵδε καταπέψαι οὐκέτι τὰ σιτία ἔχοντες, πολλῷ 6.20.27 διεφθείροντο θᾶσσον. τινὲς δὲ τοῦ λιμοῦ ὑπερβιαζομένου ἀλλήλων ἐγεύσαντο. καὶ λέγονται γυναῖκες δύο ἐν ἀγρῷ τινι ὑπὲρ Ἀριμίνου πόλεως ἄνδρας ἑπτακαίδεκα ἐδηδοκέναι, ἅσπερ ἐν τῷ χωρίῳ μόνας περιεῖναι 6.20.28 ξυνέπεσε. διὸ δὴ τοὺς ἐκείνῃ πορευομένους ξένους εἰς τὸ δωμάτιον καταλύειν, οὗπερ αὗται ᾤκουν, ξυνέβαινεν· οὓς δὴ καθεύδοντας διαφθείρουσαι ἤσθιον. 6.20.29 λέγουσιν οὖν τὸν ὀκτωκαιδέκατον ξένον ἐξ ὕπνου ἀναστάντα, ἡνίκα αὐτῷ τὰ τοιαῦτα γύναια ἐγχειρεῖν ἔμελλον, μαθεῖν τε παρ' αὐτῶν ἀναθορόντα τὸν πάντα 6.20.30 λόγον καὶ ἄμφω κτεῖναι. τοῦτο μὲν δὴ οὕτω γεγενῆσθαί φασιν. οἱ δὲ πλεῖστοι τῇ τοῦ λιμοῦ ἀνάγκῃ ἐχόμενοι, εἴ πού τις παρατύχῃ πόα, πολλῇ μὲν σπουδῇ ἐπ' αὐτὴν ᾔεσαν, ὀκλάσαντες δὲ ἀνέλκειν αὐτὴν ἐκ 6.20.31 γῆς ἐπειρῶντο. εἶτα (οὐ γὰρ ἠδύναντο, ἐπεὶ πᾶσα αὐτοὺς ἰσχὺς ἐπελελοίπει) ὑπέρ τε τῆς πόας τε καὶ 6.20.32 τῆς χειρὸς πίπτοντες ἔθνησκον. καὶ γῇ μὲν αὐτοὺς ἔκρυπτεν οὐδεὶς οὐδαμῶς· οὐ γὰρ ἦν τις ὅτῳ καὶ ταφῆς λόγος γένοιτο· ὄρνις μέντοι αὐτῶν οὐδεὶς ἥπτετο, οἷοι πολλοὶ σιτίζεσθαι πεφύκασι νεκροῖς σώμασιν, ἐπεὶ 6.20.33 οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο. σάρκας γὰρ ἁπάσας, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, προδεδαπανῆσθαι τῷ λιμῷ ἤδη τετύχηκε. τὰ μὲν δὴ ἀμφὶ τῷ λιμῷ ταύτῃ πη ἔσχε. 6.21.1 Βελισάριος δὲ ἐπειδὴ Οὐραΐαν τε καὶ τοὺς βαρβάρους Μεδιόλανον πολιορκεῖν ἤκουσε, Μαρτῖνόν τε καὶ Οὐλίαριν ξὺν πολλῷ στρατῷ ἐπ' αὐτοὺς 6.21.2 ἔπεμψεν. οἱ δὲ ἀφικόμενοι ἐς ποταμὸν Πάδον, ὃς Μεδιολάνου ἀπέχει ἡμέρας ὁδὸν, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον. χρόνος τε σφίσι πολὺς ἐνταῦθα ἐτρίβη, ἀμφὶ 6.21.3 τῇ διαβάσει τοῦ ποταμοῦ βουλὴν ἔχουσιν. ὅπερ ἐπεὶ Μουνδίλας ἤκουσε, τῶν τινα Ῥωμαίων, Παῦλον ὄνομα, 6.21.4 παρ' αὐτοὺς