132
καὶ ἀπολελεῖφθαι ἐν αἰνίγματος ἀπορουμένου μοίρᾳ, νῦν δὲ ἅπασιν 3.21.16 ἄντικρυς φανερὸν εἶναι. πρότερόν τε γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξε καὶ τανῦν Γελίμερα Βελισάριος. τοῦτο μὲν οὖν, εἴτε φήμη τις ἦν εἴτε λόγιον, ταύτῃ ἐχώρησε. 3.21.17 Τότε δὲ καὶ ὄναρ πολλοῖς μὲν πολλάκις ὀφθὲν πρότερον, ἄδηλον δὲ γεγονὸς ὅπη ἐκβήσεται, ἐς φῶς ἐληλύθει. ἐτύγχανε δὲ ὂν τὸ ὄναρ τοιόνδε. Κυπριανὸν, ἅγιον ἄνδρα, μάλιστα πάντων οἱ Καρχηδόνιοι 3.21.18 σέβονται. καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ἠιόνα τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἑορτὴν, ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ' αὐτοῦ τὸν χειμῶνα οἱ ναῦται, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην, ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασιν, ἐπεὶ ἐς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ, ἐφ' οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς 3.21.19 ἀεὶ τὴν ἑορτὴν νενομίκασι. τοῦτον οἱ Βανδίλοι τὸν νεὼν ἐπὶ Ὁνωρίχου βασιλεύοντος τοὺς Χριστιανοὺς 3.21.20 βιασάμενοι ἔσχον. καὶ αὐτῶν ἐνθένδε ξὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας εὐθὺς ἐξελάσαντες αὐτοὶ τῶν ἱερῶν τὸ λοιπὸν ἅτε προσηκόντων Ἀρειανοῖς, ἐπεμελοῦντο. 3.21.21 ἀσχάλλουσιν οὖν διὰ ταῦτα καὶ διαπορουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ' αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι· αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου 3.21.22 τιμωρὸν ἔσεσθαι. ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς τοὺς Λίβυας ἅπαντας ἦλθε, καραδοκεῖν μὲν αὐτοὺς τίσιν ποτέ τινα τῶν ἱερῶν τούτων ἕνεκα ἐς τοὺς Βανδίλους ἀφίξεσθαι, οὐκ ἔχειν μέντοι τεκμηριῶσαι ὅπη 3.21.23 ποτὲ αὐτοῖς ἡ τοῦ ὀνείρου ὄψις ἐκβήσεται. νῦν οὖν, ἐπεὶ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο, (ἐπανιὼν γὰρ ἤδη ὁ χρόνος τῇ ὑστεραίᾳ τὴν πανήγυριν ἀγαγεῖν ἔμελλεν) οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς, καίπερ Ἀμμάτα Βανδίλοις ἐς ∆έκιμον ἡγησαμένου, τό τε ἱερὸν ἐκάθηραν ἅπαν καὶ τῶν ἐνταῦθα ἀναθημάτων τὰ κάλλιστα ἐκρέμων, καὶ τὰ λύχνα ἐν παρασκευῇ ποιησάμενοι τά τε κειμήλια ἐξενεγκόντες ἐκ τῶν ταμιείων ἡτοίμαζον ἀκριβῶς ἅπαντα, ὥς πη αὐτῶν ἕκαστον ἐς 3.21.24 τὴν χρείαν ἐπιτηδείως ἔχον ἐτύγχανε. τὰ δὲ ἐν ∆εκίμῳ οὕτως, ὥσπερ μοι προδεδήλωται, γενέσθαι ξυν3.21.25 έβη. καὶ οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς φεύγοντες ᾤχοντο, Χριστιανοὶ δὲ, οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται, ἀφικόμενοι ἐς τοῦ Κυπριανοῦ τὸν νεὼν, τά τε λύχνα ἔκαιον ἅπαντα καὶ τῶν ἱερῶν ἐπεμελοῦντο ᾗπερ αὐτοῖς τελεῖσθαι ταῦτα νόμος, οὕτω τε ἅπασιν ἃ δὴ προὔλεγεν ἡ τοῦ ὀνείρου ὄψις ἐγνώσθη. ἀλλὰ ταῦτα μὲν τῇδε ἐχώρησεν. 3.22.1 Οἱ δὲ Βανδίλοι λόγου παλαιοῦ ἀναμνησθέντες ἐθαύμαζον, ἐξεπιστάμενοι τὸ λοιπὸν ὡς ἀνθρώπῳ γε ὄντι οὔτ' ἂν ἄπιστός τις ἐλπὶς οὔτε κτῆσις βέβαιος 3.22.2 γένοιτο. ὅστις δὲ ἦν οὗτος ὁ λόγος καὶ ὅντινα ἐρρήθη 3.22.3 τρόπον, ἐγὼ δηλώσω. ἡνίκα Βανδίλοι κατ' ἀρχὰς τῷ λιμῷ πιεζόμενοι ἐξ ἠθῶν τῶν πατρίων ἀνίστασθαι ἔμελλον, μοῖρά τις αὐτῶν ἀπελείπετο, οἷς δὴ ὀκνήσει ἐχομένοις πρὸς ἡδονὴν Γωδιγίσκλῳ ἐπισπέσθαι οὐκ 3.22.4 ἦν. προϊόντος δὲ χρόνου τοῖς τε μείνασι τὰ ἐς τῶν ἐπιτηδείων τὴν ἀφθονίαν εὖ ἔχειν ἐδόκει καὶ Γιζέριχος 3.22.5 ξὺν τοῖς ἀμφ' αὐτὸν Λιβύην ἔσχεν. ὅπερ ἀκούσαντες οἱ Γωδιγίσκλῳ οὐκ ἐπισπόμενοι ἔχαιρον, τῆς χώρας λοιπὸν ἰσχυρότατα σφίσιν ἐς τὸ ἀποζῆν διαρκούσης. 3.22.6 δείσαντες δὲ μὴ χρόνῳ τινὶ πολλῷ ὕστερον ἢ αὐτοὶ, ὅσοι Λιβύην ἔσχον, ἢ οἱ τούτων ἀπόγονοι ὅτῳ δὴ τρόπῳ Λιβύης ἐξελαυνόμενοι ἐπανήξουσιν ἐς τὰ πάτρια ἤθη (οὐ γάρ ποτε Ῥωμαίους αὐτὴν ἐς ἀεὶ περιόψεσθαι 3.22.7 ὑπετόπαζον), πρέσβεις ἔπεμψαν παρ' αὐτούς. οἳ, ἐπεὶ Γιζερίχῳ ἐς ὄψιν ἧκον, συνήδεσθαι μὲν τοῖς ὁμογενέσιν οὕτω δὴ εὐημερήσασιν ἔφασκον, φυλάσσειν δὲ περαιτέρω τὴν γῆν οὐχ οἷοί τε εἶναι, ἧσπερ αὐτοὶ ὠλιγω3.22.8 ρηκότες ἐπὶ Λιβύης ἱδρύσαντο. ἐδέοντο οὖν, εἰ μὴ γῆς τῆς πατρῴας μεταποιοῦνται, κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι, ὅπως δὴ κύριοι τῆς χώρας ὡς ἀσφαλέστατα γεγενημένοι, ἤν τις κακουργήσων ἐπ' αὐτὴν ἴοι, ὡς ἥκιστα ἀπαξιοῦν ὑπὲρ αὐτῆς θνήσκειν. 3.22.9 Γιζερίχῳ μὲν οὖν καὶ Βανδίλοις τοῖς ἄλλοις εὖ τε καὶ τὰ δίκαια λέγειν ἔδοξαν, καὶ ξυνεχώρουν ἅπαντα, ὅσα 3.22.10 οἱ