206
προσεχώρησαν οἵ τε παράλιοι 5.15.4 καὶ οἱ τὰ μεσόγεια ἔχοντες. ἐν τοῖς καὶ Βενεβεντός ἐστιν, ἣν πάλαι μὲν Μαλεβεντὸν ὠνόμασαν Ῥωμαῖοι, τανῦν δὲ Βενεβεντὸν καλοῦσι, τὴν ἀπὸ τοῦ προτέρου ὀνόματος διαφεύγοντες βλασφημίαν. βέντος γὰρ ἄνε5.15.5 μον τῇ Λατίνων φωνῇ δύναται. ἐν ∆αλματίᾳ γὰρ, ἣ ταύτης καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ κεῖται, ἀνέμου τι πνεῦμα σκληρόν τε καὶ ὑπερφυῶς ἄγριον ἐπισκήπτειν φιλεῖ, ὅπερ ἐπειδὰν ἐπιπνεῖν ἄρξηται, ὁδῷ ἰόντα ἔτι ἄνθρωπον ἐνταῦθα εὑρεῖν οὐδεμία μηχανή ἐστιν, ἀλλ' οἴκοι ἅπαντες καθείρξαντες ἑαυτοὺς 5.15.6 τηροῦσι. τοιαύτη γάρ τις ἡ τοῦ πνεύματος ῥύμη τυγχάνει οὖσα ὥστε ἄνδρα ἱππέα ξὺν τῷ ἵππῳ ἁρπάσασα μετέωρον φέρει, ἐπὶ πλεῖστόν τε περιαγαγοῦσα τῆς τοῦ ἀέρος χώρας εἶτα ὅπη παρατύχῃ ἀπορρίπτουσα 5.15.7 κτείνει. Βενεβεντὸν δὲ ἅτε καταντικρὺ ∆αλματίας οὖσαν, ὥσπερ μοι εἴρηται, ἐπί τε ὑψηλοῦ τινος χώρου κειμένην μοῖράν τινα φέρεσθαι τῆς τούτου δὴ τοῦ 5.15.8 ἀνέμου δυσκολίας συμβαίνει. ταύτην ∆ιομήδης ποτὲ ὁ Τυδέως ἐδείματο, μετὰ Ἰλίου ἅλωσιν ἐκ τοῦ Ἄργους ἀποκρουσθείς. καὶ γνώρισμα τῇ πόλει τοὺς ὀδόντας συὸς τοῦ Καλυδωνίου ἐλείπετο, οὕς οἱ θεῖος Μελέαγρος ἆθλα τοῦ κυνηγεσίου λαβὼν ἔτυχεν, οἳ καὶ εἰς ἐμὲ ἐνταῦθά εἰσι, θέαμα λόγου πολλοῦ ἰδεῖν ἄξιον, περίμετρον οὐχ ἧσσον ἢ τρισπίθαμον ἐν μηνοειδεῖ 5.15.9 σχήματι ἔχοντες. ἐνταῦθα καὶ ξυγγενέσθαι τὸν ∆ιομήδην Αἰνείᾳ τῷ Ἀγχίσου ἥκοντι ἐξ Ἰλίου φασὶ καὶ κατὰ τὸ λόγιον τὸ τῆς Ἀθήνης ἄγαλμα δοῦναι, ὃ ξὺν τῷ Ὀδυσσεῖ ἀποσυλήσας ἔτυχεν, ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον ἢ τήνδε ἁλώσιμον 5.15.10 γενέσθαι τοῖς Ἕλλησι. λέγουσι γὰρ αὐτῷ νοσήσαντί τε ὕστερον καὶ ὑπὲρ τῆς νόσου πυνθανομένῳ χρῆσαι τὸ μαντεῖον οὔ ποτέ οἱ τοῦ κακοῦ ἀπαλλαγὴν ἔσεσθαι 5.15.11 πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη. καὶ αὐτὸ μὲν ὅπου γῆς ἐστιν, οὔ φασι Ῥωμαῖοι εἰδέναι, εἰκόνα δὲ αὐτοῦ λίθῳ τινὶ ἐγκεκολαμμένην δεικνύουσιν, οὓς δὴ καὶ ἐς ἐμὲ ἐν τῷ τῆς Τύχης ἱερῷ, οὗ δὴ πρὸ τοῦ χαλκοῦ τῆς Ἀθηνᾶς ἀγάλματος κεῖται 5.15.12 ὅπερ αἴθριον ἐς τὰ πρὸς ἕω τοῦ νεὼ ἵδρυται. αὕτη δὲ ἡ ἐν τῷ λίθῳ εἰκὼν πολεμούσῃ τε καὶ τὸ δόρυ ἀνατεινούσῃ ἅτε ἐς ξυμβολὴν ἔοικε· ποδήρη δὲ καὶ 5.15.13 ὣς τὸν χιτῶνα ἔχει. τὸ δὲ πρόσωπον οὐ τοῖς Ἑλληνικοῖς ἀγάλμασι τῆς Ἀθηνᾶς ἐμφερές ἐστιν, ἀλλ' οἷα 5.15.14 παντάπασι τὸ παλαιὸν Αἰγύπτιοι ἐποίουν. Βυζάντιοι δέ φασι τὸ ἄγαλμα τοῦτο Κωνσταντῖνον βασιλέα ἐν τῇ ἀγορᾷ, ἣ αὐτοῦ ἐπώνυμός ἐστι, κατορύξαντα θέσθαι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. 5.15.15 Ἰταλίαν δὲ οὕτω ξύμπασαν, ἣ ἐντὸς κόλπου τοῦ Ἰονίου ἐστὶν, ἄχρι ἔς τε Ῥώμην καὶ Σάμνιον Βελισάριος παρεστήσατο, τοῦ δὲ κόλπου ἐκτὸς ἄχρι ἐς 5.15.16 Λιβουρνίαν Κωνσταντιανὸς, ὥσπερ ἐρρήθη, ἔσχεν. ὅντινα δὲ τρόπον Ἰταλίαν οἰκοῦσιν οἱ ταύτῃ ἄνθρωποι ἐρῶν ἔρχομαι. πέλαγος τὸ Ἀδριατικὸν, ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον, ποιεῖται τὸν Ἰόνιον κόλπον, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις, ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἡ ἐς τὴν ἤπειρον ἀνάβασις 5.15.17 ἰσθμὸν ποιεῖται. ὅ τε γὰρ Κρισαῖος καλούμενος κόλπος, ἀπολήγων ἐς τὸ Λέχαιον, ἵνα δὴ Κορινθίων ἡ πόλις ἐστὶν, ἐν μέτρῳ τεσσαράκοντα σταδίων μάλιστα, 5.15.18 ποιεῖται τὸν ταύτης ἰσθμόν. καὶ ὁ ἀφ' Ἑλλησπόντου κόλπος, ὃν Μέλανα καλοῦσιν, οὐ πλέον, ἀλλὰ κατὰ τοῦτο τὸ μέτρον ἀποτελεῖ τὸν ἐν Χερρονήσῳ ἰσθμόν. 5.15.19 ἐκ δὲ Ῥαβέννης πόλεως, οὗ δὴ τελευτᾷ ὁ Ἰόνιος κόλπος, ἐς θάλασσαν τὴν Τυρρηνικὴν οὐχ ἧσσον ἢ ὀκτὼ 5.15.20 ὁδὸς ἡμερῶν εὐζώνῳ ἀνδρί ἐστιν. αἴτιον δὲ ὅτι προϊοῦσα ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐν δεξιᾷ ἐπὶ πλεῖστον ἐς ἀεὶ φέρεται. τούτου δὲ τοῦ κόλπου ἐντὸς πόλισμα πρῶτον ὁ ∆ρυοῦς οἰκεῖται, ὅπερ τανῦν Ὑδροῦς κα5.15.21 λεῖται. τούτου ἐν δεξιᾷ μὲν Καλαβροί τε καὶ Ἀπούλιοι καὶ Σαμνῖταί εἰσι, καὶ αὐτῶν ἐχόμενοι Πικηνοὶ ἄχρι 5.15.22 ἐς Ῥάβενναν πόλιν ᾤκηνται. ἐπὶ θάτερα δὲ Καλαβρῶν τε μοῖρα ἡ λειπομένη ἐστὶ καὶ Βρίττιοί τε καὶ Λευκανοὶ, μεθ' οὓς Καμπανοὶ ἄχρι ἐς Ταρακίνην πόλιν οἰκοῦσιν, οὓς δὴ οἱ Ῥώμης ὅροι ἐκδέχονται. 5.15.23 ταῦτα τὰ ἔθνη ἑκατέρας τε θαλάσσης τὴν ἠϊόνα καὶ τὰ ἐκείνῃ μεσόγεα ξύμπαντα ἔχουσιν. αὕτη τέ ἐστιν ἡ