365
καλεῖσθαι· ἔνθεν τε τὸν Αἰήτην ὡρμῆσθαι, καὶ ἀπ' αὐτοῦ τοὺς ποιητὰς αὐτόν τε Κοιταϊέα καὶ γῆν τὴν Κολχίδα Κοιταΐδα 8.14.50 καλεῖν. τοῦτο Μερμερόης τανῦν ἀνοικοδομήσασθαι ἐν σπουδῇ ἔχων, ἐπεὶ οὐδεμίαν παρασκευὴν τοῦ ἔργου εἶχεν, ἅμα δὲ καὶ ὁ χειμὼν ἤδη ἐνέκειτο, ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησά8.14.51 μενος αὐτοῦ ἔμενε. τοῦ δὲ Κόταϊς ἄγχιστα φρούριον ἐχυρώτατόν ἐστιν, Οὐθιμέρεος ὄνομα· ἐν ᾧ δὴ φυλακτή8.14.52 ριον ἐς τὸ ἀκριβὲς οἱ Λαζοὶ εἶχον. μετεῖχον δὲ σφίσι τῆς τοῦ φρουρίου φυλακῆς καὶ Ῥωμαῖοι στρατιῶται 8.14.53 ὀλίγοι τινές. ὁ μὲν οὖν Μερμερόης τῷ παντὶ στρατῷ ἐνταῦθα καθῆστο, γῆς τε τῆς Κολχίδος τὰ κάλλιστα ἔχων, ἐμπόδιός τε τοῖς ἐναντίοις γινόμενος ἐς τὸ Οὐθιμέρεος φρούριον τῶν ἐπιτηδείων τι ἐσκομίζεσθαι, ἢ ἐς χώραν τήν τε Σουανίαν καὶ τὴν Σκυμνίαν καλουμένην ἰέναι, καίπερ σφίσιν αὐτῆς κατηκόου οὔ8.14.54 σης. πολεμίων γὰρ ἐν Μοχηρήσιδι ὄντων, Λαζοῖς τε καὶ Ῥωμαίοις ὁδοῦ ἀποκεκλεῖσθαι τῆς εἰς τὰ ταύτῃ χωρία ξυμβαίνει. τὰ μὲν οὖν στρατόπεδα ἐπὶ Λαζικῆς ἐφέρετο τῇδε. 8.15.1 Ἐν δὲ Βυζαντίῳ ὁ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ βασιλεῖ 8.15.2 ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος. πολλά τε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ' ᾧ πενταετῆ μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπικρατείᾳ εἶναι, φοιτῶντας δὲ παρ' ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους ἐν τούτῳ τῷ χρόνῳ τά τε ἀμφὶ Λαζικῇ καὶ Σαρακηνοῖς διάφορα 8.15.3 διοικήσασθαι. ξυνέκειτο δὲ Πέρσας πρὸς Ῥωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσιν, ὑπὲρ δὲ μηνῶν ὀκτωκαίδεκα, οὓς δὴ μετὰ τὴν προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παρ' 8.15.4 ἀλλήλους ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ. ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν 8.15.5 λόγους ξυγκεχωρηκέναι γενέσθαι. ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα, τοῦ μὴ παραβῆναι τὰς ξυν8.15.6 θήκας Χοσρόην ἐνέχυρον ἔχειν. ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ῥωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν, τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς 8.15.7 ἀποφέρειν. τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι. 8.15.8 ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα, λόγιμός τε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος. 8.15.9 ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίοις παραπεπτωκότα ἐν ξυμβολῇ δορυάλωτον εἷλεν, ἔς τε Βυζάντιον αὐτίκα 8.15.10 βασιλεῖ ἔπεμψε. καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη. βουλομένῳ τε ἦν τῷ Χοσρόῃ χρημάτων ὑπὲρ αὐτοῦ προΐεσθαι πλῆθος, ὅπως τὸν Βερ8.15.11 σαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη. ἀλλὰ νῦν ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα Ἰουστινιανὸς βασιλεὺς τὸν ἄνδρα ἀφῆκεν. ἐπηγγέλλετο γὰρ βασιλεῖ ὁ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην, ἐκ τῆς Λαζι8.15.12 κῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα. ἐγένετο δὲ ἡ ἐκεχειρία ἥδε Ῥωμαίοις τε καὶ Πέρσαις, πέμπτον τε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ βασιλέως τὴν αὐτο8.15.13 κράτορα ἀρχὴν ἔχοντος. ταύταις δὲ ταῖς σπονδαῖς Ῥωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο. καὶ εἰ μὲν δικαίαν τινὰ ἢ ἀλόγιστον ἐποιοῦντο τὴν μέμψιν, οἷά γε τὰ τῶν ἀρχομένων, οὐκ ἔχω εἰπεῖν. 8.15.14 Ἔλεγον δὲ ὅτι δὴ Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἀρχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μή τις πενταετὲς αὐτοὺς ἐνοχλήσῃ, ἀλλ' ἀδεέστερόν τε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦ8.15.15 τον τὸν χρόνον ἐνοικεῖν δύνωνται. ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ῥωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι 8.15.16 διηποροῦντο. καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονὸς, δόξαν δὲ οὔτε πολέμῳ κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δὲ, ὅπως ἐς