149
βασιλεὺς 4.9.8 «ἔθετο. διὰ ταῦτα γὰρ καὶ Γιζέριχος τὰ Ῥωμαίων βασί»λεια εἷλε καὶ νῦν τὰ Βανδίλων ὁ Ῥωμαίων στρατός.» 4.9.9 ταῦτα ἐπεὶ ἀνενεχθέντα βασιλεὺς ἤκουσεν, ἔδεισέ τε καὶ ξύμπαντα κατὰ τάχος ἐς τῶν Χριστιανῶν τὰ ἐν 4.9.10 Ἱεροσολύμοις ἱερὰ ἔπεμψεν. ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτὸς, ἐσθῆτά πού τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ ξυγγενὲς ἅπαν, Βανδίλων τε ὅσοι εὐμήκεις τε ἄγαν καὶ καλοὶ 4.9.11 τὰ σώματα ἦσαν. ὡς δὲ ἐν τῷ ἱπποδρόμῳ Γελίμερ ἐγεγόνει καὶ τόν τε βασιλέα ἐπὶ βήματος ὑψηλοῦ καθήμενον τόν τε δῆμον ἐφ' ἑκάτερα ἑστῶτα εἶδε καὶ αὑτὸν οὗ ἦν κακοῦ περισκοπῶν ἔγνω, οὔτε ἀπέκλαυσεν οὔτε ἀνῴμωξεν, ἐπιλέγων δὲ οὐκ ἐπαύσατο κατὰ τὴν Ἑβραίων γραφὴν «ματαιότης ματαιοτήτων, τὰ πάντα 4.9.12 «ματαιότης.» ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες, πρηνῆ πεσόντα προσκυνεῖν Ἰουστινιανὸν βασιλέα κατηνάγκασαν. τοῦτο δὲ καὶ Βελισάριος ἐποίει ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ 4.9.13 γεγονώς. βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τοὺς Ἰλδερίχου παῖδάς τε καὶ ἐκγόνους πάντας τε τοὺς ἐκ τῆς Βαλεντινιανοῦ βασιλέως ξυγγενείας χρήμασιν ἱκανοῖς ἐδωρήσαντο, καὶ Γελίμερι χωρία οὐκ εὐκαταφρόνητα ἐν Γαλατίᾳ δόντες ὁμοῦ τοῖς ξυγγενέσιν 4.9.14 ἐνταῦθα οἰκεῖν συνεχώρησαν. ἐς πατρικίους μέντοι ἀνάγραπτος Γελίμερ ἥκιστα ἐγεγόνει, ἐπεὶ οὐ μεθίεσθαι τῆς Ἀρείου δόξης ἤθελεν. 4.9.15 Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ καὶ ὁ θρίαμβος κατὰ δὴ τὸν παλαιὸν νόμον ξυνετελέσθη. ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε φέρεσθαί τε πρὸς τῶν αἰχμαλώτων καὶ ἐν τῷ δίφρῳ ὀχουμένῳ τῷ δήμῳ ῥιπτεῖν αὐτὰ δὴ ἐκεῖνα τοῦ Βανδίλων πολέμου τὰ 4.9.16 λάφυρα. τά τε γὰρ ἀργυρώματα καὶ ζώνας χρυσᾶς καὶ ἄλλου πλούτου Βανδιλικοῦ πολύ τι χρῆμα ἐκ τῆς Βελισαρίου ὑπατείας ὁ δῆμος ἥρπασε, καί τι τῶν οὐκ εἰωθότων ἀνανεοῦσθαι τῷ χρόνῳ ἔδοξε. ταῦτα μὲν δὴ οὕτως ἐν Βυζαντίῳ ἔσχε. 4.10.1 Σολόμων δὲ τὸ ἐν Λιβύῃ παραλαβὼν στράτευμα, ἐπηρμένων μὲν, ὡς προδεδήλωται, τῶν Μαυρουσίων, ᾐωρημένων δὲ τῶν ὅλων πραγμάτων, ἐν ἀπόρῳ εἶχεν 4.10.2 ᾗ τὸ παρὸν θέσθαι. τούς τε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειν τε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο. μάλιστα 4.10.3 δὲ αὐτόν τε καὶ Καρχηδόνα πᾶσαν συνετάραξε τὰ ἐς Ἀιγάν τε τὸν Μασσαγέτην καὶ Ῥουφῖνον τὸν 4.10.4 Θρᾷκα ἐν Βυζακίῳ ξυνενεχθέντα. ἄμφω γὰρ λογίμω ἐς ἄγαν ἔν τε τῇ Βελισαρίου οἰκίᾳ ἤστην καὶ τῷ Ῥωμαίων στρατεύματι, ἅτερος μὲν αὐτοῖν Ἀιγὰν ἐν τοῖς Βελισαρίου δορυφόροις ταττόμενος, ὁ δὲ ἕτερος ἅτε ἁπάντων εὐψυχότατος τὸ σημεῖον τοῦ στρατηγοῦ ἐν ταῖς παρατάξεσιν εἰωθὼς φέρειν, ὃν δὴ βανδοφόρον 4.10.5 καλοῦσι Ῥωμαῖοι. τότε γὰρ τούτω τὼ ἄνδρε ἱππικῶν καταλόγων ἡγουμένω ἐν Βυζακίῳ, ἐπειδὴ τοὺς Μαυρουσίους εἶδον τά τε ἐν ποσὶ ληιζομένους καὶ Λίβυας ἅπαντας ἐν ἀνδραπόδων λόγῳ ποιησαμένους, τηρήσαντες ἐν στενοχωρίᾳ ξὺν τοῖς σφίσιν ἑπομένοις τοὺς τὴν λείαν παραπέμποντας, αὐτούς τε κτείνουσι καὶ 4.10.6 τοὺς αἰχμαλώτους ἀφαιροῦνται πάντας. ὡς δὲ οὗτος ὁ λόγος ἐς τῶν βαρβάρων τοὺς ἄρχοντας ἧκε, Κουτζίναν τε καὶ Ἐσδιλάσαν καὶ Ἰουρφούθην καὶ Μεδισινίσσαν, οὐ μακρὰν ταύτης δὴ τῆς στενοχωρίας ἀπέχοντας, χωροῦσιν ἐπ' αὐτοὺς παντὶ τῷ στρατῷ περὶ δείλην 4.10.7 ὀψίαν. Ῥωμαῖοι δὲ, κομιδῆ τε ὀλίγοι ὄντες καὶ ἐν χώρῳ στενῷ ἐς μέσον μυριάδων πολλῶν ἀπειλημμένοι, ἀμύνεσθαι τοὺς ἐπιόντας οὐχ οἷοί τε ἦσαν. ἔνθα γὰρ 4.10.8 ἂν τραπεῖεν, ἀεὶ κατὰ νώτου ἐβάλλοντο. τότε δὴ Ῥουφῖνός τε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβά4.10.9 ρους ἠμύνοντο. ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον· ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵ τε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν 4.10.10 παρόντων ἠμύνοντο. τοῦ δὲ πλήθους τῶν βαρβάρων βιαζομένου, Ἀιγὰν μὲν κρεουργηθεὶς τὸ σῶμα ὅλον ἐνταῦθα ἔπεσε,