311
στρατοπεδευσάμενος ἡσυχῆ ἔμενεν. 7.23.1 Ἐν τούτῳ δὲ τῶν τις ξὺν τῷ Κόνωνι ἐκ Ῥώμης φυγόντων, ἡνίκα ἡ πόλις ἡλίσκετο, Μαρτινιανὸς ὄνομα, Βυζάντιος γένος, Βελισαρίῳ προσελθὼν στέλλεσθαι αὐτόμολος δῆθεν τῷ λόγῳ παρὰ τοὺς πολεμίους ἠξίου, μεγάλα Ῥωμαίους ἐπαγγελλόμενος ἀγαθὰ δράσειν· δόξαν τε τοῦτο Βελισαρίῳ, ἀπιὼν ᾤχετο. καὶ 7.23.2 αὐτὸν ὁ Τουτίλας ἰδὼν ὑπερφυῶς ἥσθη. εὐδοκιμοῦντα γὰρ ἐν μονομαχίαις τὸν νεανίαν ἤκουσέ τε καὶ εἶδε πολλάκις. ὄντων δὲ αὐτῷ παίδων τε δύο καὶ τῆς γυναικὸς ἐν τοῖς αἰχμαλώτοις, τὴν μὲν γυναῖκα καὶ τῶν παίδων τὸν ἕτερον εὐθὺς τῷ ἀνθρώπῳ ἀπέδωκε, τὸν δὲ ἕτερον ἐν ὁμήρου λόγῳ ἐφύλασσεν, ἔς τε Σπο7.23.3 λίτιον ξὺν ἑτέροις τισὶν ἔπεμψεν. ἐτύγχανον δὲ Γότθοι, ἡνίκα Ἡρωδιανοῦ ἐνδιδόντος Σπολίτιον εἷλον, τῆς μὲν πόλεως τὸν περίβολον ἐς τὸ ἔδαφος καθελόντες, τοῦ δὲ πρὸ τῆς πόλεως κυνηγεσίου, ὅπερ καλεῖν ἀμφιθέατρον νενομίκασι, τάς τε εἰσόδους ἐς τὸ ἀκριβὲς ἀποφράξαντες καὶ φρουρὰν ἐνταῦθα καταστησάμενοι Γότθων τε καὶ Ῥωμαίων τῶν αὐτομόλων, ἐφ' ᾧ φυ7.23.4 λάξωσι τὰ ἐκείνῃ χωρία. Μαρτινιανὸς οὖν ἐπειδὴ εἰς Σπολίτιον ἦλθε, στρατιώτας πεντεκαίδεκα ἑταιρίσασθαι ἴσχυσεν, οὕσπερ ἀνέπειθε δράσαντάς τι ἐς τοὺς βαρβάρους μέγα οὕτω δὴ ἐπανήκειν ἐς τὸ Ῥωμαίων 7.23.5 στρατόπεδον. στείλας δέ τινας καὶ παρὰ τὸν ἄρχοντα τοῦ ἐν Περυσίᾳ φυλακτηρίου ἐκέλευέν οἱ στράτευμα ὅτι τάχιστα ἐς Σπολίτιον πέμψαι, τοῦ παντὸς λόγου 7.23.6 τὴν δήλωσιν ποιησάμενος. Ὁδολγὰν δὲ Οὖννος ἦρχε τότε τῆς ἐν Περυσίᾳ φρουρᾶς, Κυπριανοῦ πρός του τῶν αὐτοῦ δορυφόρων, ὥς μοι ἔμπροσθεν εἴρηται, δόλῳ ἐξ ἀνθρώπων ἀφανισθέντος. ὅσπερ ξὺν στρα7.23.7 τεύματι ἐπὶ τὸ Σπολίτιον ᾔει. Μαρτινιανὸς δὲ ἄγχιστά πη εἶναι τὸ στράτευμα τοῦτο αἰσθόμενος, ἅμα τοῖς πεντεκαίδεκα στρατιώταις τοσούτους γὰρ ἑταιρίσασθαι ἴσχυσε τοῦ τε φυλακτηρίου τὸν ἄρχοντα ἐκ τοῦ αἰφνιδίου διέφθειρε καὶ τὰς πύλας ἀναπετάσας Ῥωμαίους ἅπαντας τῷ φρουρίῳ ἐδέξατο. οἳ δὴ κτείνουσι μὲν τῶν πολεμίων πλείστους, τινὰς δὲ ζωγρήσαντες παρὰ Βελισάριον ἦγον. 7.23.8 Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ ἔννοια γέγονεν ἐς Ῥώμην τε ἀναβῆναι καὶ ἐς ὅ τι τύχης ἐληλύθει θεάσασθαι. τῶν στρατιωτῶν οὖν χιλίους ἀπολεξάμενος 7.23.9 ἐνταῦθα ᾔει. Ῥωμαῖος δὲ ἀνὴρ ἀφικόμενος δρόμῳ ἐς τοὺς πολεμίους, οἵπερ ἐστρατοπεδεύοντο ἐν Ἀλγηδόνι, 7.23.10 τὸ Βελισαρίου στράτευμα ἤγγειλεν. οἱ δὲ βάρβαροι προλοχίσαντες ἐνέδραις τισὶ τὰ πρὸ τῆς Ῥώμης χωρία, ἐπειδὴ ἄγχιστά πη ἀφικομένους τοὺς ἀμφὶ Βελισάριον εἶδον, ἐκ τῶν ἐνεδρῶν ἀναστάντες ἐπ' αὐτοὺς ᾔεσαν. 7.23.11 μάχης τε καρτερᾶς γενομένης, τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι, πλείστους τε διαφθείραντες ἐς τὸν Πόρτον εὐθὺς ἀνεχώρησαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν. 7.23.12 Ἔστι δὲ Καλαβρῶν ἐπιθαλασσία πόλις ὁ Τάρας, δυοῖν σχεδόν τι ἡμέραιν ὁδὸν ∆ρυοῦντος διέχουσα, 7.23.13 ἐπί τε Θουρίους καὶ Ῥηγίνους ἐνθένδε ἰόντι. ἐνταῦθα Ἰωάννης ξὺν ὀλίγοις τισὶ, Ταραντηνῶν αὐτὸν ἐπαγαγομένων, ἀφίκετο, τοὺς λοιποὺς ἐπὶ τῇ τοῦ ∆ρυοῦντος 7.23.14 φυλακῇ καταστησάμενος. καὶ ἐπεὶ τὴν πόλιν εἶδε μεγίστην τε ὑπερφυῶς καὶ παντάπασιν ἀτείχιστον οὖσαν, πᾶσαν μὲν φυλάξαι οἷός τε ἔσεσθαι οὐδεμιᾷ μηχανῇ ᾤετο, ἰδὼν δὲ τὴν θάλασσαν τῆς πόλεως ἐς τὰ πρὸς βορρᾶν ἄνεμον ἀμφί τινα χῶρον στενὸν μάλιστα ἑκατέρωθεν ἐς κόλπον ἰοῦσαν, οὗ δὴ Ταραντηνῶν ὁ λιμήν ἐστιν, ἰσθμόν τε, ὡς τὸ εἰκὸς, τὸν ἐν μέσῳ χῶρον οὐχ ἧσσον ἢ σταδίων εἴκοσιν ὄντα, 7.23.15 ἐπενόει τάδε. ἀποτεμὼν ἀπὸ τῆς ἄλλης πόλεως τὴν τοῦ ἰσθμοῦ μοῖραν τειχίσματί τε αὐτὴν περιέβαλεν ἐκ θατέρου θαλάσσης μέρους ἄχρι ἐς ἕτερον καὶ τάφρον 7.23.16 βαθεῖαν ἀμφὶ τὸ τείχισμα ὤρυσσεν. ἐνταῦθά τε οὐ Ταραντηνοὺς μόνον, ἀλλὰ καὶ ὅσοι τὰ ἐκείνῃ χωρία ᾤκουν συνήγαγε, καὶ φυλακὴν αὐτοῖς λόγου ἀξίαν 7.23.17 ἐλίπετο. ταύτῃ τε Καλαβροὶ ἅπαντες ἐν τῷ ἀσφαλεῖ ἤδη γενόμενοι Γότθων ἐς ἀπόστασιν εἶδον. ταῦτα 7.23.18 μὲν ἐφέρετο τῇδε. Τουτίλας δὲ φρούριον ἐν Λευκανοῖς καταλαβὼν ἐχυρώτατον ἄγχιστά πη τῶν Καλαβρίας ὁρίων κείμενον,