38
πολέμῳ ἀλλήλους ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν ∆άρας εἴη· τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. ἦσαν δὲ πολλοὶ καὶ οἱ μένοντες καὶ οἱ ἐπανιόντες ἐς τὰ 1.22.17 πάτρια ἤθη. οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν 1.22.18 Ἰουστινιανοῦ ἔχοντος. καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ ∆άγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι, ἀντ' 1.22.19 αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. οὗτος ὁ ∆άγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας μάχαις νικήσας ἐξήλασεν· ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύναντο. 1.23.1 Εὐθὺς δὲ βασιλεῖ ἑκατέρῳ ἐπιβουλὴν γενέσθαι ξυνηνέχθη πρὸς τῶν ὑπηκόων· ὅντινα μέντοι τρόπον, αὐτίκα δηλώσω. Χοσρόης ὁ Καβάδου ἄτακτός τε ἦν τὴν διάνοιαν καὶ νεωτέρων πραγμάτων ἐραστὴς ἄτο1.23.2 πος. διὸ δὴ αὐτός τε ἀεὶ ἔμπλεως ταραχῆς τε καὶ θορύβων ἐγίνετο καὶ τῶν ὁμοίων τοῖς ἄλλοις ἅπασιν 1.23.3 αἰτιώτατος. ἀχθόμενοι οὖν αὐτοῦ τῇ ἀρχῇ ὅσοι ἐν Πέρσαις δραστήριοι ἦσαν ἕτερον σφίσι βασιλέα καταστήσασθαι ἐκ τῆς Καβάδου οἰκίας ἐν βουλῇ εἶχον. 1.23.4 καὶ (ἦν γὰρ αὐτοῖς πολύς τις πόθος τῆς Ζάμου ἀρχῆς, ἣν δὴ ὁ νόμος αἰτίᾳ τῆς τοῦ ὀφθαλμοῦ λώβης, ὥσπερ μοι ἐρρήθη, ἐκώλυε) λογισάμενοι ηὕρισκον σφίσιν αὐτοῖς ἄμεινον εἶναι Καβάδην μὲν τὸν αὐτοῦ παῖδα καὶ τῷ πάππῳ ὁμώνυμον ἐς τὴν ἀρχὴν καταστήσασθαι, Ζάμην δὲ, ἅτε τῷ παιδὶ ἐπίτροπον ὄντα, διοικεῖσθαι 1.23.5 ὅπη βούλοιτο τὰ Περσῶν πράγματα. γενόμενοί τε παρὰ τὸν Ζάμην τό τε βούλευμα ἐξήνεγκαν καὶ προθυμίᾳ πολλῇ ἐγκελευόμενοι ἐς τὴν πρᾶξιν ἐνῆγον. καὶ ἐπεὶ τὸν ἄνδρα ἡ βουλὴ ἤρεσκεν, ἐς καιρὸν τῷ Χοσρόῃ ἐπιθήσεσθαι διενοοῦντο. ἔκπυστος δὲ ἡ βουλὴ μέχρι ἐς τὸν βασιλέα γεγενημένη τὰ πρασσόμενα διε1.23.6 κώλυσε. Ζάμην τε γὰρ αὐτὸν ὁ Χοσρόης καὶ τοὺς αὑτοῦ τε καὶ Ζάμου ἀδελφοὺς ἅπαντας ξὺν γόνῳ παντὶ ἄρσενι ἔκτεινε, καὶ Περσῶν τῶν δοκίμων ὅσους τῶν ἐπ' αὐτῷ βεβουλευμένων ἢ ἄρξαι ἢ μεταλαχεῖν τρόπῳ δὴ ὅτῳ τετύχηκεν. ἐν τοῖς καὶ Ἀσπεβέδης ἦν ὁ τῆς Χοσρόου μητρὸς ἀδελφός. 1.23.7 Καβάδην μέντοι τὸν Ζάμου υἱὸν αὐτὸς μὲν κτείνειν οὐδαμῆ εἶχεν. ἔτι γὰρ ὑπὸ χαναράγγῃ τῷ Ἀδεργουδουνβάδῃ ἐτρέφετο. αὐτῷ δὲ χαναράγγῃ τὸν παῖδα τοῦτον, ὅνπερ ἐθρέψατο, ἐπέστελλε διαχρήσασθαι. οὔτε γὰρ τῷ ἀνδρὶ ἀπιστεῖν ἐδικαίου οὔτε ἄλλως αὐτὸν 1.23.8 βιάζεσθαι εἶχεν. ὁ μὲν οὖν χαναράγγης, ἐπεὶ τὰς Χοσρόου ἐντολὰς ἤκουσε, περιαλγήσας τε καὶ ἀποκλαύσας τὴν συμφορὰν ἐκοινολογεῖτο τῇ γυναικὶ καὶ Καβάδου τίτθῃ ὅσα οἱ ὁ βασιλεὺς ἐπιστείλειε. δακρύσασα δὲ ἡ γυνὴ καὶ τῶν γονάτων τοῦ ἀνδρὸς λαβομένη 1.23.9 ἔχρῃζε τέχνῃ μηδεμιᾷ Καβάδην κτεῖναι. βουλευσάμενοι οὖν ἐν σφίσιν αὐτοῖς ἐλογίσαντο κρυπτόμενον μὲν ὡς ἀσφαλέστατα τὸν παῖδα ἐκτρέφειν, τῷ δὲ Χοσρόῃ κατὰ τάχος σημῆναι ὥς οἱ ὁ Καβάδης ἐξ ἀνθρώπων 1.23.10 ἀφανισθείη. καὶ τῷ τε βασιλεῖ κατὰ ταῦτα ἐσήμαινον τόν τε Καβάδην οὕτως ἀπέκρυψαν, ὥστε τούτου γε παρείχοντο οὐδενὶ αἴσθησιν, ὅτι μὴ Οὐαρράμῃ τε τῷ σφετέρῳ παιδὶ καὶ τῶν οἰκετῶν ἑνὶ, ὃς δὴ αὐτοῖς 1.23.11 πιστότατος ἐς τὰ μάλιστα ἔδοξεν εἶναι. ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου ἐς ἡλικίαν ὁ Καβάδης ἦλθε, δείσας ὁ χαναράγγης μὴ τὰ πεπραγμένα ἐς φῶς ἄγοιτο, χρήματά τε τῷ Καβάδῃ ἐδίδου καὶ αὐτὸν ἀπαλλαγέντα ἐκέλευε διασώζεσθαι ὅπη οἱ φεύγοντι δυνατὰ εἴη. τότε μὲν οὖν Χοσρόην τε καὶ τοὺς ἄλλους ἅπαντας ταῦτα διαπεπραγμένος ὁ χαναράγγης ἐλάνθανε. 1.23.12 Χρόνῳ δὲ ὕστερον ὁ μὲν Χοσρόης ἐς γῆν τὴν Κολχίδα στρατῷ μεγάλῳ ἐσέβαλλεν, ὥς μοι ἐν τοῖς 1.23.13 ὄπισθεν λόγοις γεγράψεται. εἵπετο δὲ αὐτῷ ὁ τούτου δὴ τοῦ χαναράγγου υἱὸς Οὐαρράμης, ἄλλους τε τῶν οἰκετῶν ἐπαγόμενος καὶ ὃς αὐτῷ τὰ ἐς τὸν Καβάδην ξυνεπιστάμενος ἔτυχεν· ἐνταῦθα τῷ βασιλεῖ Οὐαρράμης τὰ ἀμφὶ τῷ Καβάδῃ ἅπαντα