26
1.16.6 «πολλῇ ἀπραγμοσύνῃ τὰ ὑμέτερα αὐτῶν ἔχουσιν. ὥσπερ «δὲ οὐχ ἱκανὸν ὑμῖν τοῦτό γε, καὶ πόλιν μεγάλην «∆άρας ἐπιτείχισμα Πέρσαις πεποίησθε, καίπερ διαρ»ρήδην ἐν ταῖς σπονδαῖς ἀπειρημένον, ἅσπερ Ἀνατό»λιος πρὸς Πέρσας ἔθετο· καὶ ἀπ' αὐτοῦ δυοῖν στρα»τοπέδοιν ἀνάγκη πόνοις τε καὶ δαπάνῃ κεκακῶσθαι «τὰ Περσῶν πράγματα, τὸ μὲν, ὅπως μὴ Μασσαγέται «τὴν ἀμφοτέρων γῆν ἄγειν τε καὶ φέρειν ἀδεῶς δύ»νωνται, τὸ δὲ, ὅπως ἂν τὰς ὑμετέρας ἐπιδρομὰς 1.16.7 «ἀναστέλλοιμεν. ὑπὲρ ὧν ἔναγχος μεμφομένων ἡμῶν, «δυοῖν τε τὸ ἕτερον ἀξιούντων παρ' ὑμῶν γίγνεσθαι, «ἢ ἐξ ἀμφοτέρων τὸν ἐς πύλας τὰς Κασπίας στρατὸν «στέλλεσθαι, ἢ πόλιν ∆άρας καταλύεσθαι, τῶν μὲν «λεγομένων τὴν μάθησιν οὐ προσίεσθε, κακῷ δὲ «μείζονι κρατύνασθαι τὴν ἐς Πέρσας ἐπιβουλὴν ἔγνωτε, «εἴ τι μεμνήμεθα τῆς ἐν Μίνδουος οἰκοδομίας· καὶ «νῦν δὲ Ῥωμαίοις ἑλετὰ μὲν τὰ τῆς εἰρήνης, αἱρετὰ «δὲ τὰ ὅπλα, ἢ τὰ δίκαια πρὸς ἡμᾶς τιθεμένοις, ἢ 1.16.8 «ἀπ' ἐναντίας αὐτῶν ἰοῦσιν. οὐ γὰρ τὰ ὅπλα κατα»θήσουσι πρότερον Πέρσαι, πρὶν δὴ αὐτοῖς Ῥωμαῖοι «ἢ τὰς πύλας δικαίως τε καὶ ὀρθῶς ξυμφυλάξουσιν, 1.16.9 «ἢ πόλιν ∆άρας καταλύσουσι.» τοσαῦτα Καβάδης εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο, παραδηλώσας ὥς οἱ βουλομένῳ εἴη χρήματά τε πρὸς Ῥωμαίων λαβεῖν 1.16.10 καὶ τὰς τοῦ πολέμου καταλύειν αἰτίας. ἅπερ Ῥουφῖνος ἐς Βυζάντιον ἥκων βασιλεῖ ἤγγειλεν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ Ἑρμογένης ἀφίκετο, καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι. 1.17.1 Ἅμα δὲ ἦρι ἀρχομένῳ στράτευμα Περσῶν Ἀζαρέθου ἡγουμένου ἐσέβαλεν ἐς Ῥωμαίων τὴν γῆν. ἦσαν δὲ πεντακισχίλιοί τε καὶ μύριοι, ἱππεῖς ἅπαντες. καὶ αὐτοῖς Ἀλαμούνδαρος ὁ Σακκίκης ξυνῆν, πάμπολύν 1.17.2 τινα ὅμιλον Σαρακηνῶν ἔχων. αὕτη τε Πέρσαις ἡ ἐσβολὴ οὐ καθάπερ εἰώθει ἐγένετο· οὐ γὰρ ἐς τὴν Μεσοποταμίαν ἐσέβαλλον, ὥσπερ τὰ πρότερα, ἀλλ' ἐς τὴν πάλαι μὲν Κομμαγηνὴν, τανῦν δὲ καλουμένην Εὐφρατησίαν, ὅθεν δὴ οὐ πώποτε Πέρσαι πρότερον, 1.17.3 ὅσα γε ἡμᾶς εἰδέναι, ἐπὶ Ῥωμαίους ἐστράτευσαν. ὅτου δὲ ἕνεκα Μεσοποταμία τε ἡ χώρα ἐκλήθη καὶ οἱ Πέρσαι τῆς ἐς ταύτην ἐφόδου ἀπέσχοντο ἐρῶν ἔρχομαι. 1.17.4 Ὄρος οὐ λίαν ἀπότομον ἐν Ἀρμενίοις ἐστὶ, Θεοδοσιουπόλεως μὲν δύο καὶ τεσσαράκοντα σταδίοις διέχον, τετραμμένον δὲ αὐτῆς πρὸς βορρᾶν ἄνεμον. καὶ πηγαὶ δύο ἐνθένδε ἐξίασι, ποταμοὺς δύο ποιοῦσαι αὐτίκα, Εὐφράτην μὲν ἡ ἐν δεξιᾷ, ἡ δὲ δὴ ἑτέρα 1.17.5 Τίγρην ὄνομα. τούτοιν ἅτερος μὲν, ὁ Τίγρης, οὔτε περιόδοις τισὶ χρώμενος οὔτε ὑδάτων ὅτι μὴ ὀλίγων 1.17.6 οἱ ἐπιγινομένων, εὐθὺ Ἀμίδης πόλεως κάτεισι. καὶ αὐτῆς ἐς τὰ πρὸς βορρᾶν ἄνεμον προϊὼν χωρεῖ ἐς τῶν Ἀσσυρίων τὴν χώραν. ὁ δὲ δὴ Εὐφράτης φέρεται μὲν κατ' ἀρχὰς ἐπί τινα χῶρον ὀλίγον, εὐθὺς δὲ προϊὼν ἀφανίζεται, οὐχ ὑπόγειος μέντοι γινόμενος, 1.17.7 ἀλλά τί οἱ ξυμβαῖνον θαυμάσιον οἷον. ὑπὲρ γὰρ τοῦ ὕδατος τέλμα ἐπὶ πλεῖστον βαθὺ γίνεται, μῆκος μὲν ὅσον ἐπὶ σταδίους πεντήκοντα, εὖρος δὲ εἴκοσι. καὶ καλάμων φύεται πολύ τι χρῆμα ἐν τῷ πηλῷ τούτῳ. 1.17.8 ἐς τόσον δὲ σκληρός τις ὁ χοῦς ἐνταῦθά ἐστιν ὥστε τοῖς ἐντυγχάνουσιν οὐδὲν ἄλλο δοκεῖν ἢ ἤπειρον εἶναι. ἐπ' αὐτῷ τοίνυν ξυμβαίνει οὐδὲν δεδιότας πεζούς τε 1.17.9 καὶ ἱππέας πορεύεσθαι. καὶ μὴν καὶ ἅμαξαι παρίασιν ἐνθένδε πολλαὶ ἡμέρᾳ ἑκάστῃ, ἀλλ' οὐδὲν τὸ παράπαν 1.17.10 ἰσχύουσι κινεῖν τι ἢ ἐξελέγχειν τοῦ τέλματος. καίουσι δὲ τοὺς καλάμους οἱ ἐπιχώριοι ἀνὰ πᾶν ἔτος, τοῦ μὴ τὰς ὁδοὺς πρὸς αὐτῶν εἴργεσθαι, καί ποτε πνεύματος ἐνταῦθα ἐξαισίου ἐπιπεσόντος μέχρι ἐς τὰ τῶν ῥιζῶν ἔσχατα τὸ πῦρ ἐξικνεῖσθαι τετύχηκε, καὶ τὸ ὕδωρ ἐν 1.17.11 χωρίῳ ὀλίγῳ φανῆναι. χρόνου δὲ ὁ χοῦς αὖθις οὐ πολλοῦ ξυμφυεὶς ἀπέδωκε τῷ χωρίῳ τὸ σχῆμα, ἐφ' οὗπερ τὸ πρότερον ἦν. ἐνθένδε τε ὁ ποταμὸς πρόεισιν ἐς τὴν Κελεσηνὴν καλουμένην χώραν, οὗ δὴ τὸ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἱερὸν ἦν, ἔνθεν λέγουσι τὴν Ἀγαμέμνονος Ἰφιγένειαν ξύν τε Ὀρέστῃ καὶ Πυ1.17.12 λάδῃ φυγεῖν, τὸ τῆς Ἀρτέμιδος ἄγαλμα φέρουσαν. ὁ γὰρ ἄλλος νεὼς, ὃς δὴ καὶ ἐς ἐμέ ἐστιν ἐν πόλει