172
κοινῇ ἅπαντες 4.23.5 ὑπαντιάσωσι τοῖς πολεμίοις. τύχῃ δέ τινι οἱ ταῦτα τὰ γράμματα ἔχοντες ὁδῷ ἑτέρᾳ χρησάμενοι τὸν Ἱμέριον εὑρεῖν οὐδαμῇ ἴσχυσαν, ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ 4.23.6 ταῖς ἐκείνων χερσίν. (ἦν δέ τις ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ νεανίας Σεβηριανὸς, Ἀσιατικοῦ παῖς, Φοῖνιξ, Ἐμεσηνὸς γένος, καταλόγου ἱππικοῦ ἄρχων. 4.23.7 ὃς δὴ μόνος ξὺν τοῖς ἀμφ' αὐτὸν στρατιώταις, πεντή4.23.8 κοντα οὖσι, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε. καὶ χρόνον μὲν ἀντεῖχόν τινα, ἔπειτα δὲ πλήθει πολλῷ βιαζόμενοι ἐς λόφον ἀνέδραμον ἐνταῦθά πη ὄντα, οὗ δὴ καὶ 4.23.9 φρούριον οὐκ ἀσφαλὲς ἦν. διὸ δὴ ὁμολογίᾳ σφᾶς αὐτοὺς τοῖς ἐναντίοις ἐνταῦθα ἐπ' αὐτοὺς ἀναβεβηκόσι 4.23.10 παρέδωκαν.) οἱ δὲ οὔτε αὐτὸν οὔτε τῶν στρατιωτῶν τινα ἔκτειναν, ἀλλὰ ζωγρήσαντες ἅπαντας, Ἱμέριον μὲν ἐν φυλακῇ ἔσχον, τῷ δὲ Στότζᾳ τοὺς στρατιώτας παρέδοσαν, ὁμολογοῦντας σφίσι ξὺν προθυμίᾳ πολλῇ ἐπὶ Ῥωμαίους στρατεύσεσθαι· τὸν μέντοι Ἱμέριον, ἢν 4.23.11 μὴ τὰ ἐπαγγελλόμενα ποιῇ, κτείνειν ἠπείλουν. ἐπήγγελλον δὲ πόλιν Ἀδραμητὸν ἐπιθαλασσίαν μηχανῇ τινι σφίσιν ἐνδοῦναι. καὶ ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ 4.23.12 εἶναι, ἐπὶ Ἀδραμητὸν ξὺν αὐτῷ ᾔεσαν. τῆς τε πόλεως ἀγχοῦ γενόμενοι Ἱμέριον μὲν ὀλίγῳ ἔμπροσθεν ξὺν στρατιώταις τῶν Στότζᾳ ἑπομένων τισὶν ἔπεμψαν, Μαυρουσίους δεδεμένους δῆθεν ἐφέλκοντα, αὐτοὶ δὲ 4.23.13 ὄπισθεν εἵποντο. καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος ὁ βασιλέως στρατὸς, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον· οὕτω τε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα 4.23.14 αὐτῷ ἰοῦσι γενέσθαι. καὶ ὁ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες (οὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον) τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο. 4.23.15 τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν 4.23.16 Μαυρουσίων στρατόν. ληισάμενοί τε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλ4.23.17 λάσσοντο. Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανός τε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν. 4.23.18 Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισὶν, «αὐτὸς «μὲν», ἔφη, «ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος «ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει 4.23.19 «τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.» οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, ὁ δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδος τε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης 4.23.20 κυρίους ἐς Καρχηδόνα ἔπλει. οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόν τε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσο4.23.21 μένῳ διδόναι ἠξίου. καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιώτας τινὰς διδόναι ἐδεῖτο, λαβών τε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενόει τοιάδε. 4.23.22 νηῶν τε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύτας τε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους, ἃ δὴ Ῥωμαίων οἱ 4.23.23 στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι. ἄρας τε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς ὁ βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς 4.23.24 λόγου πολλοῦ ἄξιον στράτευμα πέμψειεν. οἷς δὴ θαρσοῦντας ἐκέλευε τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι 4.23.25 πυλίδα μίαν. οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτω τε ὁ Παῦλος ξὺν τοῖς ἑπομένοις